호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"παισὶ μίσγεσθαι παρ Ἑλλήνων μαθόντας" καίτοι πῶς Ἕλλησι Πέρσαι διδασκάλια ταύτης ὀφείλουσι τῆς ἀκολασίας, παρ οἷς ὀλίγου δεῖν ὑπὸ πάντων ὁμολογεῖται παῖδας ἐκτετμῆσθαι, πρὶν Ἑλληνικὴν ἰδεῖν θάλασσαν·? Ἕλληνας δὲ μαθεῖν παρ Αἰγυπτίων πομπὰς καὶ πανηγύρεις, καὶ τούτους τοὺς δώδεκα θεοὺς σέβεσθαι Διονύσου δὲ καὶ τοὔνομα παρ Αἰγυπτίων Μελάμποδα μαθεῖν καὶ διδάξαι τοὺς ἄλλους Ἕλληνας:
Αἰγυπτίους φησὶ καὶ πενθεῖν, τίνας δ οὐ βούλεσθαι αὐτὸς ὀνομάζειν, ἀλλ εὐστόμως κεῖσθαι περὶ τῶν θείων Ἡρακλέα δὲ καὶ Διόνυσον, οὗ μὲν Αἰγύπτιοι, ἀποφαίνων ὄντας θεούς, οὗ δ Ἕλληνες, ἀνθρώπους καταγεγηρακότας, οὐδαμοῦ ταύτην προύθετο τὴν εὐλάβειαν :
καίτοι καὶ τὸν Αίγύπτιον Ἡρακλέα τῶν δευτέρων θεῶν γενέσθαι λέγει καὶ τὸν Διόνυσον τῶν τρίτων, ὡς ἀρχὴν ἐσχηκότας γενέσεως καὶ οὐκ ὄντας ἀιδίους:
ἀλλ ὅμως ἐκείνους μὲν ἀποφαίνει θεούς, τούτοις δ ὡς φθιτοῖς καὶ ἡρ´ωσιν ἐναγίζειν οἰέται δεῖν ἀλλὰ μὴ θύειν ὡς θεοῖς.
καὶ μυθολογίαις τὰ σεμνότατα καὶ ἁγνότατα τῶν Ἑλληνικῶν ἱερῶν ἀνατρέπων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기