호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὕτω δὲ φιλοβάρβαρός ἐστιν, ὥστε Βούσιριν ἀπολύσας τῆς λεγομένης ἀνθρωποθυσίας καὶ ξενοκτονίας, καὶ πᾶσιν Αἰγυπτίοις ὁσιότητα πολλὴν καὶ δικαιοσύνην μαρτυρήσας ἐφ Ἕλληνας ἀναστρέφει τὸ μύσος τοῦτο καὶ τὴν μιαιφονίαν.? "παρὰ Πρωτέως ἀπολαβόντα τὴν Ἑλένην καὶ τιμηθέντα δωρεαῖς μεγάλαις ἀδικώτατον ἀνθρώπων γενέσθαι καὶ κάκιστον:
"ὑπὸ γὰρ ἀπλοίας συνεχόμενον ἐπιτεχνήσασθαι πρᾶγμα οὐχ ὅσιον, καὶ λαβόντα δύο παιδία ἀνδρῶν ἐπιχωρίων ἔντομά σφεα ποιῆσαι μισηθέντα δ ἐπὶ τούτῳ καὶ διωκόμενον οἴχεσθαι φεύγοντα νηυσὶν ἐπὶ Λιβύης. τοῦτον δὲ τὸν λόγον οὐκ οἶδ ὅστις Αἰγυπτίων εἴρηκεν:
ἀλλὰ τἀναντία πολλαὶ μὲν Ἑλένης πολλαὶ δὲ Μενελάου τιμαὶ διαφυλάττονται παρ αὐτοῖς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기