- 텍스트

Plutarch, De Herodoti malignitate, section 11

(플루타르코스, De Herodoti malignitate, section 11)

ἐκτεθειῶσθαι νομίζουσι ταῖς τιμαῖς ὑπὸ τῶν βαρβάρων καὶ καταλιπεῖν ὄνομα πολλαῖς μὲν θαλάτταις, πορθμῶν δὲ τοῖς μεγίστοις ἀφ αὑτῆς διὰ τὴν δόξαν, ἀρχὴν δὲ καὶ πηγὴν τῶν ἐπιφανεστάτων καὶ βασιλικωτάτων γενῶν παρασχεῖν :? ταύτην ὁ γενναῖος ἐπιδοῦναί φησιν ἑαυτὴν Φοίνιξι φορτηγοῖς, ὑπὸ τοῦ ναυκλήρου διαφθαρεῖσαν ἑκουσίως καὶ φοβουμένην μὴ κύουσα φανερὰ γένηται.

καὶ καταψεύδεται Φοινίκων ὡς ταῦτα περὶ αὐτῆς λεγόντων.

εὐθὺς ἀποφαίνεται γνώμην τὸ κάλλιστον ἔργον καὶ μέγιστον τῆς Ἑλλάδος ἀβελτερίᾳ τὸν Τρωικὸν πόλεμον γενέσθαι διὰ γυναῖκα φαύλην.

"ὅτι, εἰ μὴ αὐταὶ ἐβούλοντο, οὐκ ἂν ἡρπάζοντο.

καὶ τοὺς θεοὺς τοίνυν ἀβέλτερα ποιεῖν λέγωμεν, ὑπὲρ τῶν Λεύκτρου θυγατέρων βιασθεισῶν μηνίοντας Λακεδαιμονίοις καὶ κολάζοντας Αἰάντα διὰ τὴν Κασάνδρας ὕβριν: δῆλα γὰρ δὴ καθ Ἡρόδοτον, ὅτι, εἰ μὴ αὐταὶ ἐβούλοντο, οὐκ ἂν ὑβρίζοντο.

καίτοι καὶ Ἀριστομένη φησὶν αὐτὸς ὑπὸ Λακεδαιμονίων ζῶντα συναρπασθῆναι, καὶ Φιλοποίμην ὕστερον ὁ τῶν Ἀχαιῶν στρατηγὸς ταὐτὸ τοῦτ ἔπαθε, καὶ Ῥηγοῦλον ἐχειρώσαντο Καρχηδόνιοι τὸν Ῥωμαίων ὕπατον: ὧν ἔργον εὑρεῖν μαχιμωτέρους καὶ πολεμικωτέρους ἄνδρας.

βιασθεισῶν γυναικῶν, ἀπολογούμενος ὑπὲρ τῶν ἁρπασάντων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION