- 텍스트

Plutarch, De Alexandri magni fortuna aut virtute, chapter 1, section 8

(플루타르코스, De Alexandri magni fortuna aut virtute, chapter 1, section 8)

πρὸς τοῦτον ἀποβλέπων τὸν κόσμον Ἀλέξανδρος οὐ τὴν ἐσθῆτα προσήκατο τὴν Μηδικήν, ἀλλὰ τὴν Περσικὴν πολλῷ τῆς Μηδικῆς εὐτελεστέραν οὖσαν.? τὰ γὰρ ἔξαλλα καὶ τραγικὰ τοῦ βαρβαρικοῦ κόσμου παραιτησάμενος, οἱο῀ν τιάραν καὶ κάνδυν καὶ ἀναξυρίδας, ἐκ τοῦ Περσικοῦ καὶ Μακεδονικοῦ τρόπου μεμειγμένην τινὰ στολὴν ἐφόρει, καθάπερ Ἐρατοσθένης ἱστόρηκεν, ὡς μὲν φιλόσοφος τοῖς ἀδιαφόροις χρώμενος, ὡς δ ἡγεμὼν κοινὸς καὶ βασιλεὺς φιλάνθρωπος τῇ περὶ τὴν ἐσθῆτα τιμῇ τὴν τῶν κεκρατημένων ἀνακτώμενος εὔνοιαν, ἵνα βεβαίως παραμένωσιν ἀγαπῶντες ὡς ἄρχοντας Μακεδόνας, μὴ μισοῦντες ὡς πολεμίους. τοὐναντίον γὰρ ἦν ἀσόφου καὶ τετυφωμένης ψυχῆς τὴν μὲν αὐτόχρουν χλαμύδα θαυμάζειν, τὸν δὲ περιπόρφυρον χιτῶνα δυσχεραίνειν, ἢ πάλιν ἐκεῖνα μὲν ἀτιμάζειν, τούτοις δ ἐκπεπλῆχθαι, δίκην νηπίου παιδὸς φυλάττοντα τὴν περιβολήν, ἣν ἡ πάτριος αὐτῷ συνήθεια καθάπερ τίτθη περιέθηκε.

ζῷα θηρεύοντες ἄνθρωποι δορὰς ἐλάφων περιτίθενται, καὶ πτερωτοῖς ἀμπέχονται χιτωνίσκοις ἄγραις ἐπιχειροῦντες ὀρνίθων, καὶ φυλάττονται ταύροις ὀφθῆναι φοινικίδας ἔχοντες, ἐλέφασι δὲ λευκοὺς χιτῶνας:

ἐρεθίζεται γὰρ ὑπὸ τῶν χρωμάτων τὰ ζῷα τούτων καὶ διαθηριοῦται. εἰ δὲ βασιλεὺς μέγας ἔθνη δυσκάθεκτα καὶ μαχόμενα καθάπερ ζῷα τιθασεύων καὶ μειλισσόμενος ἐσθῆσιν οἰκείαις καὶ συνήθεσιν ἐξεπράυνε διαίταις καὶ κατέστελλεν, οἰκειούμενος αὐτῶν τὸ δύσθυμον καὶ παρηγορῶν τὸ σκυθρωπόν, ἐγκαλοῦσιν· οὐχὶ θαυμάζουσι τὴν σοφίαν, ὅτι τῷ τυχόντι μετασχηματισμῷ τὴν Ἀσίαν ἐδημαγώγησε, τοῖς μὲν ὅπλοις τῶν σωμάτων ἐπικρατήσας, τῇ δ ἐσθῆτι τὰς ψυχὰς προσαγαγόμενος·

καίτοι γ Ἀρίστιππον θαυμάζουσι τὸν Σωκρατικόν, ὅτι καὶ τρίβωνι λιτῷ καὶ Μιλησίᾳ χλαμύδι χρώμενος δι ἀμφοτέρων ἐτήρει τὸ εὔσχημον Ἀλεξάνδρῳ δ ἐγκαλοῦσιν, ὅτι τὴν πάτριον ἐσθῆτα κοσμῶν οὐδὲ τὴν δορίκτητον ὑπερεῖδε, μεγάλων πραγμάτων καταβαλλόμενος ἀρχάς. οὐ γὰρ λῃστρικῶς τὴν Ἀσίαν καταδραμὼν οὐδ ὥσπερ ἁρ´παγμα καὶ λάφυρον εὐτυχίας ἀνελπίστου σπαράξαι καὶ ἀνασύρασθαι διανοηθείς, καθάπερ ὕστερον μὲν Ἀννίβας Ἰταλίαν, πρότερον δὲ Τρῆρες Ιὠνίαν καὶ Σκύθαι Μηδίαν ἐπῆλθον: ἀλλ ἑνὸς ὑπήκοα λόγου τὰ ἐπὶ γῆς καὶ μιᾶς πολιτείας, ἕνα δῆμον ἀνθρώπους ἅπαντας ἀποφῆναι βουλόμενος, οὕτως ἑαυτὸν ἐσχημάτιζεν:

εἰ δὲ μὴ ταχέως ὁ δεῦρο καταπέμψας τὴν Ἀλεξάνδρου ψυχὴν ἀνεκαλέσατο δαίμων, εἷς: ἂν νόμος ἅπαντας ἀνθρώπους διῳκεῖτο καὶ πρὸς ἓν δίκαιον ὡς πρὸς κοινὸν ἐπέβλεπον φῶς. μέρος ἔμεινεν, ὅσον Ἀλέξανδρον οὐκ εἶδεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION