호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν τὰ μὲν αὐτῆς τῆς στρατείας, χειμῶνες, αὐχμοί, βάθη ποταμῶν, ἀόρνα ὕψη, θηρίων ὑπερφυεῖς ὄψεις, ἄγριοι δίαιται, μεταβολαὶ δυναστῶν, παλιμπροδοσίαι τὰ δὲ πρὸ τῆς στρατείας, ἔτι τοῖς Φιλιππικοῖς πολέμοις ἐπέσπαιρεν ἡ Ἑλλάς, ἀπεσείοντο δ αἱ Θῆβαι τῶν ὅπλων τὴν Χαιρωνικὴν κόνιν ἐκ τοῦ πτώματος ἀνιστάμεναι, καὶ συνῆπτον αἱ Ἀθῆναι τὰς χεῖρας ὀρέγουσαι:? πᾶσα δ ὕπουλος ἦν Μακεδονία πρὸς Ἀμύνταν ἀποβλέπουσα καὶ τοὺς Αἐρόπου παῖδας: ἀνερρήγνυντο δ Ἰλλυριοί, καὶ τὰ Σκυθῶν ἐπῃωρεῖτο τοῖς προσοίκοις νεωτερίζουσι τὸ δὲ Περσικὸν χρυσίον διὰ τῶν ἑκασταχοῦ δημαγωγῶν ῥέον ἐκίνει τὴν Πελοπόννησον κενοὶ δ οἱ Φιλίππου θησαυροὶ χρημάτων, καὶ προσῆν ἔτι δάνειον, ὡς Ὀνησίκριτος ἱστορεῖ, διακοσίων ταλάντων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기