- 텍스트

Plutarch, Comparison of Demetrius and Antony, chapter 6

(플루타르코스, Comparison of Demetrius and Antony, chapter 6)

ἐξέπεσον δὲ τῶν πραγμάτων ἀμφότεροι μὲν δἰ αὑτούς, οὐ μὴν ὁμοίως, ἀλλ ὁ μὲν ἐγκαταλειφθείς, ἀπέστησαν γὰρ αὐτοῦ Μακεδόνες, ὁ δὲ ἐγκαταλιπών, ἔφυγε γὰρ τοὺς ὑπὲρ αὐτοῦ κινδυνεύοντας:? ὥστε τοῦ μὲν ἔγκλημα εἶναι τὸ δυσμενεῖς οὕτω πρὸς αὑτὸν ἀπεργάσασθαι τοὺς μαχομένους, τοῦ δὲ τὸ παρεσκευασμένην εὔνοιαν τοιαύτην καὶ πίστιν ἐγκαταλιπεῖν. τὸν δὲ θάνατον οὐδετέρου μὲν ἔστιν ἐπαινέσαι, ψεκτὸς δὲ ὁ Δημητρίου μᾶλλον.

αἰχμάλωτός τε γὰρ ὑπέμεινε γενέσθαι, καὶ καθειρχθεὶς ἠγάπησεν ἐπικερδᾶναι τριετίαν, οἴνῳ καὶ γαστρὶ καθάπερ τὰ ζῷα χειροήθης γενόμενος. Ἀντώνιος δὲ δειλῶς μὲν καὶ οἰκτρῶς καὶ ἀτίμως, οὐ μὴν ἀλλὰ πρό γε τοῦ κύριον γενέσθαι τὸν πολέμιον τοῦ σώματος ἑαυτόν ἐξήγαγεν.?

상위

Plutarch (플루타르코스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION