- 텍스트

Plutarch, Comparison of Demetrius and Antony, chapter 5

(플루타르코스, Comparison of Demetrius and Antony, chapter 5)

πρὸς μέντοι γονεῖς ἄμεμπτον ἑαυτὸν εἰς ἅπαντα παρέσχεν ὁ Δημήτριος:? Ἀντώνιος δὲ τὸν ἀδελφὸν τῆς μητρὸς ἐξέδωκεν ἐπὶ τῷ Κικέρωνα ἀποκτεῖναι, πρᾶγμα καὶ καθ ἑαυτὸ μιαρὸν καὶ ὠμόν, ὡς μόλις ἂν Ἀντώνιον ἐπ αὐτῷ συγγνώμης τυχεῖν, εἰ σωτηρίας τοῦ θείου μισθὸς ἦν ὁ Κικέρωνος θάνατος. ἃ τοίνυν ἐπιώρκησαν ἀμφότεροι καὶ παρεσπόνδησαν, ὁ μὲν Ἀρτάβαζον συλλαβών, ὁ δὲ Ἀλέξανδρον ἀποκτείνας, Ἀντωνίῳ μὲν ἔχει τὴν πρόφασιν ὁμολογουμένην:

ἀπελείφθη γὰρ ἐν Μήδοις ὑπὸ Ἀρταβάζου καὶ προεδόθη: Δημήτριον δὲ πολλοὶ λέγουσι ψευδεῖς αἰτίας, ἐφ οἷς ἔδρασε, πλασάμενον κατηγορεῖν ἀδικηθέντα, οὐκ ἀδικήσαντα ἀμύνασθαι. πάλιν δὲ τῶν μὲν κατορθωμάτων αὐτουργὸς ὁ Δημήτριος γέγονε: καὶ τοὐναντίον ὁ Ἀντώνιος, ἐν οἷς οὐ παρῆν, καλλίστας καὶ μεγίστας διὰ τῶν στρατηγῶν ἀνῃρεῖτο νίκας.?

상위

Plutarch (플루타르코스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION