호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν τὰ περὶ τὰς ἁρπαγὰς τῶν γυναικῶν ἡμαρτημένα Θησεῖ μὲν εὐσχήμονος ἐνδεᾶ προφάσεως γέγονε.? πρῶτον μὲν ὅτι πολλάκις: ἡρ´πασε γὰρ Ἀριάδνην καὶ Ἀντιόπην καὶ Ἀναξὼ τὴν Τροιζηνίαν, ἐπὶ πάσαις δὲ τὴν Ἑλένην, παρηκμακὼς οὐκ ἀκμάζουσαν, ἀλλὰ νηπίαν καὶ ἀώρον αὐτὸς ὡρ´αν ἔχων ἤδη γάμων πεπαῦσθαι καὶ νομίμων ἔπειτα διὰ τὴν αἰτίαν οὐ γὰρ ἀξιώτεραί γε παιδοποιοὶ τῶν Ἀθήνησιν Ἐρεχθηίδων καὶ Κεκροπίδων αἱ Τροιζηνίων καὶ Λακώνων καὶ Ἀμαζόνων ἀνέγγυοι θυγατέρες ἦσαν. ἀλλὰ ταῦτα μὲν ὑποψίαν ἔχει πρὸς ὕβριν καὶ καθ ἡδονὴν πεπρᾶχθαι.
Ῥωμύλος δὲ πρῶτον μὲν ὀκτακοσίων ὀλίγον ἀριθμῷ δεούσας ἁρπάσας, οὐ πάσας, ἀλλὰ μίαν, ὥς φασιν, Ἑρσιλίαν ἔλαβε, τὰς δ ἄλλας διένειμε τοῖς ἀγαθοῖς τῶν πολιτῶν ἔπειτα τῇ μετὰ ταῦτα τιμῇ καὶ ἀγαπήσει καὶ δικαιοσύνῃ τῇ περὶ τὰς γυναῖκας ἀπέδειξε τὴν βίαν ἐκείνην καὶ τὴν ἀδικίαν κάλλιστον ἔργον καὶ πολιτικώτατον εἰς κοινωνίαν γενομένην. οὕτω συνέμιξεν ἀλλήλοις καὶ συνέπηξε τὰ γένη, καὶ παρέσχε πηγὴν τῆς εἰς αὖθις εὐνοίας καὶ δυνάμεως τοῖς πράγμασιν.
αἰδοῦς δὲ καὶ φιλίας καὶ βεβαιότητος, ἣν εἰργάσατο περὶ τοὺς γάμους, ὁ χρόνος ἐστὶ μάρτυς, ἐν γὰρ ἔτεσι τριάκοντα καὶ διακοσίοις οὔτε ἀνὴρ ἐτόλμησε γυναικὸς οὔτε γυνὴ κοινωνίαν ἀνδρὸς ἐγκαταλιπεῖν, ἀλλ ὥσπερ ἐν Ἑ`λλησιν οἱ σφόδρα περιττοὶ τὸν πρῶτον ἔχουσιν εἰπεῖν πατροκτόνον ἢ μητροφόνον, οὕτω Ῥωμαῖοι πάντες ἴσασιν ὅτι Καρβίλιος Σπόριος ἀπεπέμψατο γυναῖκα πρῶτος, ἀπαιδίαν αἰτιασάμενος. τῷ δὲ τοσούτῳ χρόνῳ συμμαρτυρεῖ καὶ τὰ ἔργα.
καὶ γὰρ ἀρχῆς ἐκοινώνησαν οἱ βασιλεῖς, καὶ πολιτείας τὰ γένη διὰ τὴν ἐπιγαμίαν ἐκείνην ἀπὸ δὲ τῶν Θησέως γάμων Ἀθηναίοις φιλικὸν μὲν οὐδὲν οὐδὲ κοινωνικὸν ὑπῆρξε πρὸς οὐδένα συμβόλαιον, ἔχθραι δὲ καὶ πόλεμοι καὶ φόνοι πολιτῶν καὶ τέλος Ἀφίδνας ἀπολέσαι καὶ μόλις ὑπ οἴκτου τῶν πολεμίων, προσκυνήσαντας καὶ θεοὺς ἀνειπόντας, μὴ παθεῖν ἃ Τρῶες ἔπαθον δι Ἀλέξανδρον. ἡ μέντοι μήτηρ ἡ Θησέως οὐκ ἐκινδύνευσεν, ἀλλ ἔπαθε τὰ τῆς Ἑκάβης, ἐγκαταλιπόντος καὶ προεμένου τοῦ παιδός, εἴγε μὴ πέπλασται τὰ τῆς αἰχμαλωσίας, ὡς ἔδει γε καὶ τοῦτο ψεῦδος εἶναι καὶ τὰ πλεῖστα τῶν ἄλλων, ἐπεὶ καὶ τὰ περὶ τοῦ θείου μυθολογούμενα πολλὴν ποιεῖ διαφοράν.
Ῥωμύλῳ μὲν γὰρ ἡ σωτηρία μετὰ πολλῆς ὑπῆρξε θεῶν εὐμενείας, ὁ δ Αἰγεῖ δοθεὶς χρησμός, ἀπέχεσθαι γυναικὸς ἐπὶ ξένης, ἐοίκεν ἀποφαίνειν παρὰ γνώμην θεῶν γεγονέναι τὴν Θησέως τέκνωσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기