호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀμφοτέρων τοίνυν τῇ φύσει πολιτικῶν γεγονότων, οὐδέτερος διεφύλαξε τὸν βασιλικὸν τρόπον ἐξέστη δὲ καὶ μετέβαλε μεταβολὴν ὁ μὲν δημοτικήν, ὁ δὲ τυραννικήν, ταὐτὸν ἀπ ἐναντίων παθῶν ἁμαρτόντες.? δεῖ γὰρ τὸν ἄρχοντα σῴζειν πρῶτον αὐτὴν τὴν ἀρχήν σῴζεται δ οὐχ ἧττον ἀπεχομένη τοῦ μὴ προσήκοντος ἢ περιεχομένη τοῦ προσήκοντος, ὁ δ ἐνδιδοὺς ἢ ἐπιτείνων οὐ μένει βασιλεὺς οὐδὲ ἄρχων, ἀλλ ἢ δημαγωγὸς ἢ δεσπότης γιγνόμενος, ἐμποιεῖ τὸ μισεῖν ἢ καταφρονεῖν τοῖς ἀρχομένοις. οὐ μὴν ἀλλ ἐκεῖνο μὲν ἐπιεικείας δοκεῖ καὶ φιλανθρωπίας εἶναι, τοῦτο δὲ φιλαυτίας ἁμάρτημα καὶ χαλεπότητος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기