호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔπειτα τούτου μὲν ἔργον ἐστὶ τὸ μέγιστον ἀνελεῖν ἕνα τὸν Ἄλβης τύραννον, ἐκείνου δὲ πάρεργα καὶ προάγωνες ἦσαν ὁ Σκείρων, ὁ Σίνις, ὁ Προκρούστης, ὁ Κορυνήτης, οὓς ἀναιρῶν καὶ κολάζων ἀπήλαττε τὴν Ἑλλάδα δεινῶν τυράννων πρὶν ὅστις ἐστὶ γινώσκειν τοὺς ὑπ αὐτοῦ σῳζομένους, καὶ τῷ μὲν παρῆν ἀπραγμόνως κομίζεσθαι διὰ θαλάττης ἀδικουμένῳ μηδὲν ὑπὸ τῶν λῃστῶν, Ῥωμύλῳ δ οὐ παρῆν μὴ πράγματα ἔχειν Ἀμουλίου ζῶντος, μέγα δὲ τούτου τεκμήριον ὁ μὲν γὰρ οὐδὲν αὐτὸς ἀδικούμενος ὡρ´μησεν ὑπὲρ ἄλλων ἐπὶ τοὺς πονηρούς, οἱ δ ὅσον αὐτοὶ κακῶς οὐκ ἔπασχον ὑπὸ τοῦ τυράννου, περιεώρων ἀδικοῦντα πάντας.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기