- 텍스트

Plutarch, Cato the Younger, chapter 73

(플루타르코스, Cato the Younger, chapter 73)

ἐτελεύτησε δὲ Κάτων ἔτη δυεῖν δέοντα πεντήκοντα βεβιωκώς.? ὁ δὲ υἱὸς αὐτοῦ ὑπὸ Καίσαρος μὲν οὐδὲν ἠδικήθη: λέγεται δὲ ῥᾴθυμος γενέσθαι καὶ περὶ γυναῖκας οὐκ ἀνεπίληπτος. ἐν δὲ Καππαδοκίᾳ, ξένῳ τινὶ χρησάμενος Μαρφαδάτῃ τῶν βασιλικῶν ἔχοντι γύναιον εὐπρεπές, καὶ πλείονα παρ αὐτοῖς ἢ καλῶς εἶχε διατρίβων χρόνον, ἐσκώπτετο τοιαῦτα γραφόντων εἰς αὐτόν αὔριον Κάτων βαδίζει μετὰ τριάκονθ ἡμέρας: καὶ, Πόρκιος καὶ Μαρφαδάτης, δύο φίλοι, ψυχὴ μία.

Ψυχὴ γὰρ ἐκαλεῖτο τοῦ Μαρφαδάτου τὸ γύναιον, καὶ ἔτι, εὐγενὴς καὶ λαμπρὸς ὁ Κάτων βασιλικὴν ψυχὴν ἔχει. ἀλλὰ πᾶσάν γε τὴν τοιαύτην ἐξήλειψε καὶ ἠφάνισε τῷ θανάτῳ δύσκλειαν.

ἀγωνιζόμενος γὰρ ἐν Φιλίπποις πρὸς Καίσαρα καὶ Ἀντώνιον ὑπὲρ τῆς ἐλευθερίας, καὶ κλινομένης τῆς φάλαγγος οὔτε φυγεῖν οὔτε λαθεῖν ἀξιώσας, ἀλλὰ προκαλούμενος τοὺς πολεμίους ἔμπροσθεν ἑαυτὸν ἐμφανίζων καὶ συνεξορμῶν τοὺς συμμένοντας ἔπεσε, θαῦμα τῆς ἀρετῆς τοῖς ἐναντίοις παρασχών. ἔτι δὲ μᾶλλον ἡ θυγάτηρ τοῦ Κάτωνος οὔτε σωφροσύνης οὔτε ἀνδρείας ἀπολειφθεῖσα Βρούτῳ γὰρ συνῴκει τῷ κτείναντι Καίσαρα αὐτῆς τε τῆς συνωμοσίας μετέσχε, καὶ προήκατο τὸν βίον ἀξίως τῆς εὐγενείας καὶ ἀρετῆς, ὡς ἐν τοῖς περὶ Βρούτου γέγραπται.

Στατύλλιος δὲ φήσας μιμεῖσθαι Κάτωνα τότε μὲν ὑπὸ τῶν φιλοσόφων ἐκωλύθη βουλόμενος ἑαυτὸν ἀνελεῖν, ὕστερον δὲ τῷ Βρούτῳ πιστότατον ἑαυτὸν παρασχὼν καὶ χρησιμώτατον ἐν Φιλίπποις ἀπέθανεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION