호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν ᾧ δὲ οὐκ ἄν τις ᾤετο χρόνῳ τοὺς κατὰ τὴν οἰκίαν πάντας ᾐσθῆσθαι τὸ πάθος, ἐπὶ ταῖς θύραις ἦσαν οἱ τριακόσιοι, καὶ μικρὸν ὕστερον ὁ δῆμος ἤθροιστο τῶν Ἰτυκαίων, μιᾷ φωνῇ τὸν εὐεργέτην καὶ σωτῆρα καὶ μόνον ἐλεύθερον καὶ μόνον ἀήττητον καλούντων, καὶ ταῦτα ἔπραττον ἀγγελλομένου προσιέναι Καίσαρος:? ἀλλ οὔτε φόβος αὐτοὺς οὔτε κολακεία τοῦ κρατοῦντος οὔτε ἡ πρὸς ἀλλήλους διαφορὰ καὶ στάσις ἀμβλυτέρους ἐποίησε τῆς πρὸς Κάτωνα τιμῆς, κοσμήσαντες δὲ τὸ σῶμα λαμπρῶς καὶ πομπὴν ἐπιφανῆ παρασχόντες καὶ θάψαντες παρὰ τὴν θάλασσαν, οὗ νῦν ἀνδριὰς ἐφέστηκεν αὐτοῦ ξιφήρης, οὕτως ἐτράποντο πρὸς τὸ σῴζειν ἑαυτοὺς καὶ τὴν πόλιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기