- 텍스트

Plutarch, Cato the Younger, chapter 70

(플루타르코스, Cato the Younger, chapter 70)

πρὸς ταῦτά μηθὲν ἀντειπόντες οἱ περὶ τὸν Δημήτριον, ἀλλὰ δακρύσαντες ὑπεξῆλθον.? εἰσπέμπεται δὲ διὰ παιδίου μικροῦ τὸ ἐγχειρίδιον καὶ λαβὼν ἐσπάσατο καὶ κατενόησεν. τὸ μὲν ξίφος ἔθηκε, τὸ δὲ βιβλίον αὖθις ἀνεγίνωσκε, καὶ λέγεται δὶς ὅλον διεξελθεῖν. εἶτα κοιμηθεὶς ὕπνον βαθύν, ὥστε τοὺς ἐκτὸς αἰσθέσθαι, περὶ μέσας νύκτας ἐκάλει τῶν ἀπελευθέρων Κλεάνθην τὸν ἰατρὸν καὶ Βούταν, ᾧ μάλιστα πρὸς τὰς πολιτικὰς πράξεις ἐχρῆτο.

καὶ τοῦτον μὲν ἐπὶ θάλατταν ἔπεμψεν, ὅπως σκεψάμενος εἰ πάντες ἀνηγμένοι τυγχάνουσι, φράσοι πρὸς αὐτόν τῷ δὲ ἰατρῷ τὴν χεῖρα φλεγμαίνουσαν ὑπὸ τῆς πληγῆς ἣν ἔπληξε τὸν οἰκέτην, ἐπιδῆσαι παρέσχε, καὶ τοῦτ ἐποίησεν ἡδίους ἅπαντας, ὡς ζωτικῶς ἔχοντος αὐτοῦ. μετ ὀλίγον δὲ παρῆν ὁ Βούτας ἀπαγγέλλων τοὺς μὲν ἄλλους ἀνῆχθαι, Κράσσον δὲ λείπεσθαι ὑπὸ ἀσχολίας τινός, ὅσον δὲ οὔπω καὶ τοῦτον ἐμβαίνειν, πολὺν δὲ χειμῶνα καὶ μέγα πνεῦμα κατέχειν τὴν θάλατταν. τοῦτο ἀκούσας ὁ Κάτων ἐστέναξεν οἴκτῳ τῶν πλεόντων, καὶ πάλιν ἔπεμψε τὸν Βούταν ἐπὶ θάλατταν, εἴ τις ἄρα παλινδρομήσας δέοιτό τινος τῶν ἀναγκαίων, ἀπαγγελοῦντα πρὸς αὐτόν.

ἤδη δὲ ὄρνιθες ᾖδον, καὶ μικρὸν αὖθις κατηνέχθη πρὸς ὕπνον.

ἐπανελθόντος δὲ τοῦ Βούτα καὶ φράσαντος πολλὴν ἡσυχίαν περὶ τοὺς λιμένας εἶναι, προσέταξεν αὐτῷ τὴν θύραν κλεῖσαι, καὶ καθῆκεν ἑαυτὸν εἰς τὸ κλινίδιον ὡς τὸ λοιπὸν ἔτι τῆς νυκτὸς ἀναπαυσόμενος. ἐξελθόντος δὲ τοῦ Βούτα σπασάμενος τὸ ξίφος ἐώσε μὲν ὑπὸ τὸ στῆθος, τῇ δὲ χειρὶ κουφότερον διὰ τὴν φλεγμονὴν χρησάμενος οὐκ εὐθὺς ἀπήλλαξεν ἑαυτόν, ἀλλὰ δυσθανατῶν ἐξέπεσε τῆς κλίνης καὶ ψόφον ἐποίησε, καταβαλὼν ἀβάκιόν τι τῶν γεωμετρικῶν παρακείμενον, ὥστε τοὺς θεράποντας αἰσθομένους ἀναβοῆσαι καὶ τὸν υἱὸν αὐτίκα καὶ τοὺς φίλους ἐπεισελθεῖν.

ἰδόντες δὲ πεφυρμένον αἵματι καὶ τῶν ἐντέρων τὰ πολλὰ προπεπτωκότα, ζῶντα δ αὐτόν ἔτι καὶ βλέποντα, δεινῶς μὲν ἅπαντες ἔσχον, ὁ δὲ ἰατρὸς προσελθὼν ἐπειρᾶτο τῶν ἐντέρων ἀτρώτων διαμεινάντων ταῦτά τε καθιστάναι καὶ τὸ τραῦμα διαρράπτειν.

ὡς οὖν ἀνήνεγκεν ὁ Κάτων καὶ συνεφρόνησε, τὸν μὲν ἰατρὸν ἀπεώσατο, ταῖς χερσὶ δὲ τὰ ἔντερα σπαράξας καὶ τὸ τραῦμα ἐπαναρρήξας ἀπέθανεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION