- 텍스트

Plutarch, Cato the Younger, chapter 69

(플루타르코스, Cato the Younger, chapter 69)

ταῦτα λέγοντος αὐτοῦ τὸ μὲν μειράκιον ἐξῆλθε μετὰ κλαυθμοῦ καὶ πάντες οἱ λοιποί:? "δέδοκται βίᾳ κατέχειν ἄνδρα τοσοῦτον ἡλικίας ἐν τῷ βίῳ καὶ καθημένους αὐτοῦ σιωπῇ παραφυλάσσειν, ἢ λόγον ἥκετε κομίζοντες ὡς οὐ δεινὸν οὐδὲ αἰσχρόν ἐστιν ἀποροῦντα σωτηρίας ἑτέρας Κάτωνα τὴν ἀπὸ τοῦ πολεμίου περιμένειν· "τί οὖν οὐ λέγετε πείθοντες ἡμᾶς ταῦτα καὶ μεταδιδάσκοντες, ἵνα τὰς προτέρας δόξας ἐκείνας καὶ λόγους, οἷς συμβεβιώκαμεν, ἐκβαλόντες καὶ γενόμενοι διὰ Καίσαρα σοφώτεροι μείζονα χάριν εἰδῶμεν αὐτῷ· "καίτοι βεβούλευμαι μὲν οὐθὲν ἔγωγε περὶ ἐμαυτοῦ: "δεῖ δέ με βουλευσάμενον εἶναι κύριον οἷς ἔγνωκα χρῆσθαι. "βουλεύσομαι δὲ τρόπον τινὰ μεθ ὑμῶν, βουλευόμενος μετὰ τῶν λόγων οἷς καὶ ὑμεῖς φιλοσοφοῦντες χρῆσθε:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION