- 텍스트

Plutarch, Cato the Younger, chapter 66

(플루타르코스, Cato the Younger, chapter 66)

οὐκ εἰά ταῦτά ποιεῖν ὁ Κάτων αὐτόν.? "εἰ σῴζεσθαι χάριτι Καίσαρος ἐβουλόμην, αὐτῷ βαδιστέον ἦν πρὸς ἐκεῖνον μόνον, οὐ βούλομαι δὲ τῷ τυράννῳ χάριν ἔχειν ὑπὲρ ὧν παρανομεῖ, παρανομεῖ δὲ σῴζων ὡς κύριος ὧν αὐτῷ δεσπόζειν οὐδὲν προσῆκεν.

"ὅπως μέντοι παραιτήσῃ τοὺς τριακοσίους κοινῇ σκοπῶμεν, εἰ βούλει. γενόμενος δὲ πρὸς τούτῳ μετὰ τοῦ Λευκίου τὸν υἱὸν αὐτῷ συνέστησε Καὶ τοὺς ἑταίρους ἀπιόντι:

καὶ προπέμψας ἐκεῖνον Καὶ δεξιωσάμενος ἐπανῆλθεν οἴκαδε, Καὶ τὸν υἱὸν Καὶ τοὺς φίλους συναγαγὼν ἄλλα τε πολλὰ διελέχθη Καὶ πολιτείας ἀπεῖπεν ἅψασθαι τῷ μειρακίῳ: τὸ μὲν γὰρ ἀξίως Κάτωνος οὐκέτι τὰ πράγματα δέξασθαι, τὸ δὲ ἄλλως αἰσχρὸν εἶναι, Καὶ περὶ ἑσπέραν ἤδη τρέπεται πρὸς τὸ βαλανεῖον. "ὦ Ἀπολλωνίδη, τὸν Στατύλλιον ἀπὸ τοῦ φρονήματος ἐκείνου καθελών·

"καὶ πέπλευκεν ὁ ἀνὴρ μηδὲ ἀσπασάμενος ἡμᾶς· "πόθεν· εἶπεν ὁ Ἀπολλωνίδης: "καίτοι πολλὰ διελέχθημεν: "ἀλλὰ ὑψηλός ἐστι Καὶ ἄτρεπτος, Καὶ μένειν φησὶ Καὶ πράττειν ὅ τι ἂν σὺ πράττῃς. "ἀλλὰ τοῦτο μὲν αὐτίκα φανεῖται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION