호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιαῦτα διαλεχθεὶς τοῖς τριακοσίοις ἀπηλλάττετο:? καὶ τραπόμενος πρὸς τοὺς συγκλητικοὺς ἐκέλευε μὴ μέλλειν, ἀλλ ἑώς παραμένουσιν οἱ ἱππεῖς σῴζεσθαι. καὶ τὰς μὲν ἄλλας ἀπέκλεισε θύρας, μιᾷ δὲ τῇ πρὸς θάλασσαν φερούσῃ τά τε πλοῖα τοῖς ὑφ ἑαυτὸν διένειμε καὶ τάξεως ἐπεμελεῖτο, παύων τὰς ἀδικίας καὶ διαλύων τοὺς θορύβους, καὶ τοὺς ἀπόρως ἔχοντας ἐφοδιάζων. "εἶτα θαυμάζομεν ὅπως ἀπόλωλε τὰ πράγματα, τήν φιλαρχίαν ὁρῶντες ἡμῖν ἐν αὐτῷ τῷ ὀλέθρῳ βεβηκόσι παραμένουσαν·
ἐν τούτῳ δὲ τοὺς ἱππεῖς ἀκούσας ἀπιόντας ἤδη φέρειν καὶ ἄγειν τὰ τῶν Ἰτυκαίων ὥσπερ λάφυρα, δρόμῳ συνέτεινε πρὸς αὐτούς καὶ τοῖς πρώτοις ἐντυχὼν ἀφῃρεῖτο, τῶν δὲ ἄλλων ἕκαστος ἔφθανε ῥίπτων καὶ κατατιθέμενος, πάντες δὲ ὑπ αἰσχύνης σιωπῇ καὶ κάτω βλέποντες ἀπῄεσαν.
ὁ δὲ Κάτων εἰς τήν πόλιν τοὺς Ἰτυκαίους συναγαγών ἐδεῖτο περὶ τῶν τριακοσίων, μὴ παροξῦναι Καίσαρα κατ αὐτῶν, ἀλλὰ καὶ κοινῇ τήν σωτηρίαν πράττειν ἀλλήλοις. εἶτα πάλιν τραπόμενος πρὸς τήν θάλατταν ἐπεσκόπει τοὺς ἐμβαίνοντας, καὶ τῶν φίλων καὶ ξένων ὅσους ἔπεισεν ἠσπάζετο καὶ προὔπεμπε.
τὸν δὲ υἱὸν οὐκ ἔπεισε λαβεῖν πλοῖον, οὐδὲ ᾤετο δεῖν ἀποτρέπειν περιεχόμενον τοῦ πατρός, ἦν δέ τις Στατύλλιος, ἀνὴρ τῇ μὲν ἡλικίᾳ, νέος, ἰσχυρὸς δέ τῇ γνώμῃ βουλόμενος εἶναι καὶ τοῦ Κάτωνος ἀπομι: μεῖσθαι τὴν ἀπάθειαν.
τοῦτον ἠξίου πλεῖν: καὶ γὰρ ἦν καταφανὴς μισοκαῖσαρ: αὐτὸς δὲ τοὺς λοιποὺς συνεκπέμπων καὶ χρηματίζων τοῖς δεομένοις τήν τε νύκτα διέτριβε περὶ ταῦτα καὶ τῆς ἐπιούσης ἡμέρας τὸ πλεῖστον μέρος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기