호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡς οὖν ἔχων αὐτούς ἀφίκετο καὶ τοὺς μὲν ἐπὶ τὰς πύλας κατέστησε, τοῖς δὲ τὴν ἄκραν φυλάττειν παρέδωκεν, ἔδεισαν οἱ τριακόσιοι μὴ δίκην δῶσι τῆς μεταβολῆς:? καὶ πρὸς τὸν Κάτωνα πέμποντες ἐδέοντο πάντως ἀφικέσθαι πρὸς αὑτούς, οἱ. δὲ συγκλητικοὶ περιχυθέντες οὐκ εἰών, οὐδὲ ἔφασαν προήσεσθαι τὸν κηδεμόνα καὶ σωτῆρα τοῖς ἀπίστοις καὶ προδόταις. σαφεστάτη γὰρ, ὡς ἐοίκεν, αἴσθησις τότε παρέστη καὶ πόθος καὶ θαῦμα τῆς τοῦ Κάτωνος ἀρετῆς πᾶσιν ὁμαλῶς τοῖς ἐν τῇ Ἰτύκῃ γενομένοις, ὡς οὐδὲν ἄρα κίβδηλον οὐδὲ ἀπατηλὸν ἐμέμικτο τοῖς πραττομένοις ὑπ αὐτοῦ.
πάλαι δὲ ἅνθρωπος ἑαυτὸν ἐγνωκὼς ἀνελεῖν δεινοὺς πόνους ἐπόνει καὶ φροντίδας καὶ ὠδῖνας εἶχεν ὑπὲρ ἄλλων, ὅπως εἰς ἀσφαλὲς καταστήσας ἅπαντας ἀπαλλάξαιτο τοῦ ζῆν. οὐ γὰρ ἦν ἄδηλος ἡ πρὸς τὸν θάνατον αὐτοῦ φορά, καίπερ οὐ φάσκοντος.
ὑπήκουσεν οὖν τότε τοῖς τριακοσίοις παραμυθησάμενος τοὺς συγκλητικούς: καὶ μόνος ἧκε πρὸς αὐτούς χάριν ἔχειν ὁμολογοῦντας καὶ δεομένους τὰ μὲν ἄλλα χρῆσθαι καὶ πιστεύειν, εἰ δὲ Κάτωνες οὐκ εἰσὶν οὐδὲ τὸ Κάτωνος φρόνημα ; χωροῦσιν, οἰκτείρειν τὴν ἀσθένειαν αὐτῶν ἐγνωκότες δ οὖν Καίσαρος δεῖσθαι καὶ πέμπειν πρὸς αὐτόν, ὑπὲρ ἐκείνου μάλιστα καὶ πρώτου ποιήσεσθαι δέησιν:
εἰ δὲ μὴ πείθοιεν, οὐδ αὐτοῖς διδομένην δέξεσθαι τὴν χάριν, ἀλλ ἄχρι ἂν ἐμπνέωσι πολεμήσειν ὑπὲρ ἐκείνου. πρὸς ταῦτα ὁ Κάτων ἐπαινέσας τὴν εὔνοιαν ἔφη χρῆναι τῆς αὐτῶν σωτηρίας ἕνεκα πέμπειν κατὰ τάχος, ὑπὲρ αὐτοῦ δὲ μὴ δεῖσθαι: κεκρατημένων γὰρ εἶναι δέησιν καὶ ἀδικούντων παραίτησιν αὐτὸς δὲ οὐ μόνον ἀήττητος γεγονέναι παρὰ πάντα τὸν βίον, ἀλλὰ καὶ νικᾶν ἐφ ὅσον ἐβούλετο καὶ κρατεῖν Καίσαρος τοῖς καλοῖς καὶ δικαίοις:
ἐκεῖνον δ εἶναι τὸν ἑαλωκότα καὶ νενικημένον ἃ γὰρ ἠρνεῖτο πράττων κατὰ τῆς πατρίδος πάλαι, νῦν ἐξηλέγχθαι καὶ πεφωρᾶσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기