- 텍스트

Plutarch, Cato the Younger, chapter 63

(플루타르코스, Cato the Younger, chapter 63)

ἐν δὲ τούτῳ παρῆν ὁ Ῥούβριος σὺν ὀργῇ κατηγορῶν τῶν τριακοσίων ἀκοσμίαν πολλὴν καὶ θόρυβον, ὡς ἀφισταμένων καὶ διαταραττόντων τὴν πόλιν.? ἐφ οἷς οἱ μὲν ἄλλοι παντάπασιν ἀπογνόντες ἑαυτῶν εἰς δάκρυα καὶ ὀδυρμοὺς ἐξέπεσον, ὁ δὲ Κάτων ἐκείνους τε θαρσύνειν ἐπειρᾶτο καὶ πρὸς τοὺς τριακοσίους ἔπεμψεν ἀναμεῖναι κελεύων. οἱ δὲ ἀπὸ τῶν ἱππέων ἧκον οὐ μέτρια προστάττοντες:

ἔφασαν γὰρ οὔτε Ιὄβα δεῖσθαι μισθοδοτοῦντος οὔτε Καίσαρα φοβεῖσθαι Κάτωνος αὐτῶν ἄρχοντος, Ἰτυκαίοις δέ, Φοίνιξιν ἀνθρώποις εὐμεταβόλοις, συγκαθείργνυσθαι δεινὸν εἶναι: καὶ γὰρ εἰ νῦν ἀτρεμοῦσιν, ὅταν Καῖσαρ ἐπίῃ, συνεπιθήσεσθαι καὶ προδώσειν. εἴπερ οὖν δεῖταί τις αὐτῶν συμπολεμούντων καὶ συμπαρόντων, ἐκβαλὼν ἅπαντας Ἰτυκαίους ἢ διαφθείρας, οὕτως εἰς πόλιν καθαρὰν πολεμίων καὶ βαρβάρων καλείτω.

ταῦτα ὁ Κάτων ἄγρια μὲν δεινῶς ἡγεῖτο καὶ βάρβαρα, πρᾴως δὲ ἀπεκρίνατο βουλεύσεσθαι μετὰ τῶν τριακοσίων. καὶ παρελθὼν αὖθις εἰς τὴν πόλιν ἐνετύγχανε τοῖς ἀνδράσιν οὐκέτι σκήψεις οὐδὲ παραγωγὰς πλασσομένοις ὑπ αἰδοῦς πρὸς αὐτόν, ἄντικρυς δέ χαλεπαίνουσιν εἴ τις αὐτοὺς βιάζοιτο πολεμεῖν Καίσαρι μὴ δυναμένους μηδὲ βουλομένους:

ἔνιοι δὲ καὶ παρεφθέγγοντο περὶ τῶν συγκλητικῶν, ὡς καθεκτέον ἐν τῇ πόλει Καίσαρος προσιόντος. ἀλλὰ τοῦτο μὲν ὡς οὐκ ἀκούσας ὁ Κάτων παρῆκε:

καὶ γὰρ ἦν ὑποκωφότερος: ὡς δέ τις αὐτῷ προσελθὼν ἀπήγγειλε τοὺς μὲν ἱππεῖς ἀπιέναι, φοβηθεὶς μὴ παντάπασιν οἱ τριακόσιοι κατὰ τῶν συγκλητικῶν ἀπονοηθῶσιν, ἐβάδιζε μετὰ τῶν φίλων ἐξαναστάς: οἱ δὲ ἰδόντες ἄσμενοι προσελαύνοντα καὶ ἐδέξαντο καὶ παρεκάλουν σῴζεσθαι μετ αὐτῶν, τότε καὶ δακρῦσαι τὸν Κάτωνά φασιν ὑπὲρ τῶν συγκλητικῶν δεόμενον καὶ προτείνοντα τὰς χεῖρας, ἐνίων δὲ καὶ τοὺς ἵππους ἀναστρέφοντα καὶ τῶν ὅπλων ἀντιλαμβανόμενον, μέχρι οὗ κατειργάσατο τὴν γοῦν ἡμέραν ἐκείνην ἐπιμείναντας ἀσφαλῆ τοῖς ἀνδράσι φυγὴν παρασχεῖν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION