- 텍스트

Plutarch, Cato the Younger, chapter 62

(플루타르코스, Cato the Younger, chapter 62)

δὲ Κάτων ὑπονοῶν τὴν μεταβολὴν οὐκ ἤλεγχε, τῷ μέντοι Σκηπίωνι καὶ τῷ Ιὄβᾳ γράψας ἀπέχεσθαι τῆς Ἰτύκης ἀπιστίᾳ Τῶν τριακοσίων ἐξέπεμψε τοὺς γραμματοφόρους.? τῶν δὲ ἱππέων οἱ διαφυγόντες ἀπὸ τῆς μάχης, ἀριθμὸς οὐκ εὐκαταφρόνητος, προσελάσαντες τῇ Ἰτύκῃ πέμπουσι πρὸς τὸν Κάτωνα τρεῖς ἄνδρας οὐ τὴν αὐτὴν γνώμην ἀπὸ πάντων ἔχοντας, οἱ μὲν γὰρ ἀπιέναι πρὸς Ιὄβαν, οἱ δὲ τῷ Κάτωνι προσχωρεῖν ὡρ´μηντο, τοὺς δὲ καὶ δέος εἶχεν εἰς Ἰτύκην παριέναι. αὐτὸς δὲ τοὺς συγκλητικοὺς ἀναλαβὼν προῆλθεν ἔξω τῆς Ἰτύκης, καὶ τοῖς ἱππάρχοις ἐνέτυχε δεόμενος μὴ προέσθαι Ῥωμαίων ἄνδρας ἀπὸ βουλῆς τοσούτους μηδὲ Ιὄβαν ἑλέσθαι στρατηγὸν ἀντὶ Κάτωνος, ἀλλὰ σῴζεσθαι κοινῇ καὶ σῴζειν, παρελθόντας εἰς πόλιν οὔτε κατὰ κράτος ἁλώσιμον εἰς ἔτη τε πάμπολλα σῖτον καὶ τὴν ἄλλην παρασκευὴν ἔχουσαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION