- 텍스트

Plutarch, Cato the Younger, chapter 61

(플루타르코스, Cato the Younger, chapter 61)

ἔδοξεν οὖν τῷ Κάτωνι τοὺς γραμματοφόρους ἐπισχεῖν, ἄχρι οὗ βεβαιώσῃ τὰ παρὰ τῶν τριακοσίων, οἱ μὲν γὰρ ἀπὸ βουλῆς ἦσαν πρόθυμοι, καὶ τοὺς οἰκέτας εὐθὺς ἀφιέντες ἐλευθέρους ὥπλιζον τῶν δὲ τριακοσίων, ἅτε δὴ πλωτικῶν καὶ δανειστικῶν ἀνθρώπων καὶ τὸ πλεῖστον ἐν τοῖς οἰκέταις τῆς οὐσίας ἐχόντων, οὐ πολὺν οἱ Κάτωνος λόγοι χρόνον ἐμμείναντες ἐξερρύησαν καθάπερ γὰρ τῶν σωμάτων τὰ μανὰ δέχεται ῥᾳδίως τὴν θερμότητα καὶ πάλιν μεθίησι, τοῦ πυρὸς ἀπαχθέντος ψυχούμενα, παραπλησίως ἐκείνους ὁ μὲν Κάτων ὁρώμενος ἀνεζωπύρει καὶ διεθέρμαινεν, αὐτοὺς δὲ ἑαυτοῖς λόγον διδόντας ὁ Καίσαρος φόβος ἐξέκρουσε τῆς πρὸς Κάτωνα καὶ τὸ καλὸν αἰδοῦς.? "ὄντες, τίνι τὸ προστασσόμενον ποιεῖν ἀπαξιοῦμεν·

"οὐχὶ Καῖσαρ μὲν οὗτος εἰς ὃν ἡ Ῥωμαίων ἅπασα περιέστηκεν ἰσχύς· "ἡμῶν δὲ Σκηπίων οὐδεὶς οὐδὲ Πομπήϊος οὐδὲ Κάτων, ἀλλὰ ἐν οἷς καιροῖς πάντες ἄνθρωποι ταπεινότερα τῶν προσηκόντων διὰ φόβον φρονοῦσιν, ἐν τούτοις ἡμεῖς ὑπερμαχοῦντες τῆς Ῥωμαίων ἐλευθερίας πολεμοῦμεν ἐξ Ἰτύκης ᾧ Κάτων μετὰ Πομπηϊού Μάγνου φεύγων ὑφεῖτο τῆς Ἰταλίας· "καὶ δούλους ἐλευθεροῦμεν κατὰ Καίσαρος, οἷς αὐτοῖς ἐλευθερίας, ὅσον ἂν ἐκεῖνος θέλῃ, μέτεστιν· "ἀλλ ἔτι νῦν, ὦ μοχθηροὶ, γνόντες ἑαυτοὺς παραιτώμεθα τὸν κρατοῦντα καὶ πέμψωμεν τοὺς δεησομένους. ταῦτα οἱ μετριώτατοι τῶν τριακοσίων παρῄνουν οἱ δὲ πλεῖστοι τοῖς συγκλητικοῖς ἐπεβούλευον, ὡς, εἰ τούτους συλλάβοιεν, ἱλασόμενοι τὴν πρὸς αὐτοὺς ὀργὴν τοῦ Καίσαρος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION