호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τούτων προσπεσόντων ἡ μὲν πόλις, οἱο῀ν εἰκὸς ἐν νυκτὶ καὶ πολέμῳ, πρὸς τοιοῦτον ἄγγελμα μικροῦ δεῖν ἔκφρων γενομένη μόλις ἑαυτὴν ἐντὸς τειχῶν κατεῖχεν, ὁ δὲ Κάτων προελθὼν τότε μέν, ὡς ἑκάστοις ἀπήντα διαθέουσι καὶ βοῶσιν, ἐπιλαμβανόμενος καὶ παραμυθούμενος ἀφῄρει τοῦ δέους τὸ περιθαμβὲς καὶ ταραχῶδες, ὡς οὐ τηλικούτων ἴσως γεγονότων, ἀλλὰ ἐπὶ μεῖζον αἰρομένων τῷ λόγῳ, καὶ κατέστησε τὸν θόρυβον ἅμα δ ἡμέρᾳ τοὺς τριακοσίους οἷς ἐχρῆτο βουλῇ, Ῥωμαίους μὲν ὄντας, ἐν δὲ Λιβύῃ πραγματευομένους ἀπὸ ἐμπορίας καὶ δανεισμῶν, εἰς ἱερὸν Διὸς ἐκήρυττε συνιέναι, καὶ ὅσοι παρῆσαν ἀπὸ συγκλήτου, καὶ παῖδας αὑτῶν, ἔτι δὲ συλλεγομένων ἐκείνων προσελθὼν ἀθορύβως καὶ μετὰ εὐσταθείας, ὥσπερ οὐδενὸς καινοῦ γεγονότος, βιβλίον ἔχων ἐν ταῖς χερσὶν ἀνεγίνωσκεν.? ἦν δὲ ἀναγραφὴ τῶν πρὸς τὸν πόλεμον ὀργάνων, ὅπλων, σίτου, τόξων, ὁπλιτῶν.
ἐπεὶ δὲ συνῆλθον, ἀρξάμενος ἀπὸ τῶν τριακοσίων καὶ διελθὼν πολὺν ἔπαινον τῆς προθυμίας αὑτῶν καὶ τῆς πίστεως, ἣν ἐπεδείξαντο καὶ χρήμασι καὶ σώμασι καὶ βουλαῖς ὠφελιμώτατοι γενόμενοι, παρεκάλει μὴ διαλυθῆναι ταῖς ἐλπίσιν ἕκαστον αὑτῷ φυγὴν ἰδίαν ἢ ἀπόδρασίν τινα ποριζόμενον.
ἂν γὰρ ἐν ταὐτῷ συμμένωσι, καὶ πολεμούντων ἧττον καταφρονήσειν Καίσαρα, καὶ φείσεσθαι μᾶλλον δεομένων. αὐτῆς τε τῆς Ῥώμης οὔπω δι ἀήθειαν παντάπασι δεδεγμένης τὸν χαλινόν, ἀλλ ἀναξιοπαθούσης καὶ συνεξανισταμένης πρὸς πᾶσαν μεταβολήν, οὐδὲ τὸν κίνδυνον εἶναι φευκτέον, ἀλλὰ ἔχειν διδάσκαλον τὸν πολέμιον ἀφειδοῦντα τῆς ψυχῆς ἐπὶ ταῖς μεγίσταις ἀδικίαις, οὐχ ὥσπερ ἑαυτοῖς εἰς τὸν εὐτυχέστατον βίον κατορθοῦσιν ἢ πταίουσιν εἰς τὸν εὐκλεέστατον θάνατον τὴν ἀδηλότητα τοῦ πολέμου τελευτᾶν.
οὐ μὴν ἀλλ ἐκείνους γε δεῖν ἔφη βουλεύεσθαι καθ ἑαυτούς, συνευχόμενος ἀντὶ τῆς πρόσθεν ἀρετῆς καὶ προθυμίας αὐτοῖς τὰ δόξαντα συνενεγκεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기