호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἃ δὲ Πομπηϊῴ συνεβούλευε πρότερον καί τότε Σκηπίωνι, μὴ μάχεσθαι πρὸσ ἄνδρα πολεμιστὴν καί δεινόν, ἀλλὰ τῷ χρόνῳ χρῆσθαι πᾶσαν ἀκμὴν ᾗ τυραννὶσ ἰσχύει μαραίνοντι, τούτων ὁ Σκηπίων ὑπὸ αὐθαδείασ κατεφρόνει· καί ποτε τῷ Κάτωνι δειλίαν ὀνειδίζων ἔγραψεν, εἰ μὴ μόνον αὐτὸσ ἀγαπᾷ καθήμενοσ ἐν πόλει καί τείχεσιν, ἀλλὰ μηδὲ ἑτέρουσ ἐᾷ πρὸσ τὸν καιρὸν εὐθαρσῶσ χρῆσθαι τοῖσ λογισμοῖσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기