호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκπεμφθεὶς δὲ εἰς Ἀσίαν, ὡς τοῖς ἐκεῖ συνάγουσι πλοῖα καὶ στρατιὰν ὠφέλιμος γένοιτο, Σερβιλίαν ἐπηγάγετο τὴν ἀδελφὴν καὶ τὸ Λευκούλλου παιδίον ἐξ ἐκείνης γεγονός, ἠκολούθησε γὰρ αὐτῷ χηρεύουσα, καὶ πολὺ τῶν εἰς τὸ ἀκόλαστον αὐτῆς διαβολῶν ἀφεῖλεν ὑποδῦσα τὴν ὑπὸ Κάτωνι φρουρὰν καὶ πλάνην καὶ δίαιταν ἑκουσίως, ἀλλ ὅ γε Καῖσαρ οὐδὲ τῶν ἐπ ἐκείνῃ βλασφημιῶν τοῦ Κάτωνος ἐφείσατο.? ἔνθα δὴ καὶ μάλιστα τῆς γνώμης κατάφωρος ἔδοξε γεγονέναι Πομπήϊος, ὡρ´μησε μὲν γὰρ ἐγχειρίσαι τῷ Κάτωνι τὴν τῶν νεῶν ἡγεμονίαν ἦσαν δὲ πεντακοσίων μὲν οὐκ ἐλάττους αἱ μάχιμοι, λιβυρνικὰ δὲ καὶ κατασκοπικὰ καὶ ἄφρακτα παμπληθῆ:
ταχὺ δὲ ἐννοήσας ἢ διδαχθεὶς ὑπὸ τῶν φίλων ὡς ἕν ἐστι κεφάλαιον Κάτωνι πάσης πολιτείας ἐλευθερῶσαι τὴν πατρίδα, κἂν γένηται κύριος τηλικαύτης δυνάμεως, ἧς ἂν ἡμέρας καταγωνίσωνται Καίσαρα, τῆς αὐτῆς ἐκείνης ἀξιώσει καὶ Πομπήϊον τὰ ὅπλα καταθέσθαι καὶ τοῖς νόμοις ἕπεσθαι, μετέγνω, καίπερ ἤδη διειλεγμένος αὐτῷ, καὶ Βύβλον ἀπέδειξε ναύαρχον.
οὐ μὴν ᾔσθετό γε παρὰ τοῦτο τῆς προθυμίας τοῦ Κάτωνος ἀμβλυτέρας:
καὶ τελευτῶντα τρέψαντος τὸν λόγον εἰς θεῶν ἀνάκλησιν, ὡς παρόντων καὶ ἐφορώντων τὸν ὑπὲρ τῆς πατρίδος ἀγῶνα, τηλικοῦτον ἀλαλαγμὸν γενέσθαι καὶ τοσοῦτον κίνημα τῆς στρατιᾶς ἐπαρθείσης ὥστε πάντας ἐλπίδων μεστοὺς ἐπὶ τὸν κίνδυνον ὁρμῆσαι τοὺς ἡγεμόνας, τρεψαμένων δὲ καὶ κρατησάντων ἀφείλετο τὴν παντελῆ νίκην ὁ Καίσαρος δαίμων, τῇ Πομπηϊού χρησάμενος εὐλαβείᾳ καὶ ἀπιστίᾳ περὶ τὸ εὐτύχημα.
ταῦτα μὲν οὖν ἐν τοῖς περὶ Πομπηϊού γέγραπται.
χαιρόντων δὲ πάντων καὶ μεγαλυνόντων τὸ ἔργον ὁ Κάτων ἀπεδάκρυε τὴν πατρίδα, καὶ τὴν ὀλέθριον καὶ κακοδαίμονα φιλαρχίαν ὠδύρετο, πολλοὺς καὶ ἀγαθοὺς ὁρῶν πολίτας ὑπ ἀλλήλων πεπτωκότας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기