- 텍스트

Plutarch, Cato the Younger, chapter 53

(플루타르코스, Cato the Younger, chapter 53)

ἀπ ἐκείνης δὲ λέγεται τῆς ἡμέρας μήτε κεφαλὴν ἔτι κείρασθαι μήτε γένεια μήτε στέφανον ἐπιθέσθαι, πένθους δὲ καὶ κατηφείας καὶ βαρύτητος ἐπὶ ταῖς συμφοραῖς τῆς πατρίδος ἓν σχῆμα νικώντων ὁμοίως καὶ νικωμένων ἄχρι τελευτῆς διαφυλάξαι.? τότε δὲ κλήρῳ λαχὼν Σικελίαν διέβη μὲν εἰς Συρακούσας, πυθόμενος δὲ Ἀσίννιον Πολλίωνα παρὰ τῶν πολεμίων ἀφῖχθαι μετὰ. δυνάμεως εἰς Μεσσήνην ἔπεμψε, λόγον ἀπαιτῶν παρ αὐτοῦ τῆς διαβάσεως. ἀνταπαιτηθεὶς δὲ λόγον ὑπ ἐκείνου τῆς τῶν πραγμάτων μεταβολῆς, καὶ Πομπήϊον ἀκούσας ἐκλελοιπότα παντελῶς Ἰταλίαν ἐν Δυρραχίῳ στρατοπεδεύειν, πολὺν ἔφη περὶ τὰ θεῖα πλάνον εἶναι καὶ ἀσάφειαν, εἰ Πομπήϊον ἐν οἷς ὑγιὲς οὐδὲν οὐδὲ δίκαιον ἔπραττεν ἀήττητον γενόμενον νῦν, ὅτε τὴν πατρίδα βούλεται σῴζειν καὶ τῆς ἐλευθερίας ὑπερμάχεται, προλέλοιπε τὸ εὐτυχεῖν.

Ἀσίννιον μὲν οὖν ἔφη δυνατὸς εἶναι Σικελίας ἐκβαλεῖν, ἄλλης δὲ μείζονος ἐπερχομένης δυνάμεως οὐ βούλεσθαι τὴν νῆσον ἐμπολεμῶν ἀπολέσαι, χωρεῖν δὲ πρὸς τὸ κρατοῦν καὶ σῴζεσθαι παραινέσας Συρακουσίοις ἐξέπλευσεν.

ἀφικόμενος δὲ πρὸς Πομπήϊον ἀεὶ μὲν εἴχετο μιᾶς γνώμης, χρονοτριβεῖν τὸν πόλεμον, ἐλπίζων διαλύσεις καὶ μὴ βουλόμενος ἐν ἀγῶνι χείρω γενομένην τὴν πόλιν αὐτὴν ὑφ αὑτῆς παθεῖν τὰ ἔσχατα, σιδήρῳ διακριθεῖσαν. ἄλλα δὲ τούτων ἀδελφὰ Πομπήϊον ἔπεισε καὶ τοὺς συνέδρους ψηφίσασθαι, μήτε πόλιν ὑπήκοον Ῥωμαίων διαρπάζειν μήτε ἄνδρα Ῥωμαῖον ἔξω παρατάξεως ἀναιρεῖν ἃ καὶ δόξαν ἤνεγκε καὶ προσηγάγετο πολλοὺς τῇ Πομπηϊού μερίδι, τὴν ἐπιείκειαν αὐτοῦ καὶ τὸ ἥμερον ἀσπασαμένους.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION