호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡς δὲ Ἀρίμινον κατείληπτο καὶ Καῖσαρ κατηγγέλλετο μετὰ στρατιᾶς ἐλαύνειν ἐπὶ τὴν πόλιν, ἐνταῦθα δὴ πάντες ἐπ ἐκεῖνον ἀφεώρων, οἵ τε πολλοὶ καὶ Πομπήϊος, ὡς μόνον μὲν ἐξ ἀρχῆς προαισθόμενον, πρῶτον δὲ φανερῶς προειπόντα τὴν Καίσαρος γνώμην.? εἶπεν οὖν ὁ Κάτων: "ἀλλὰ εἴ γε οἷς ἐγὼ προὔλεγον ἀεὶ καὶ συνεβούλευον ἐπείσθη τις ὑμῶν, ἄνδρες, οὔτ ἂν ἕνα ἐφοβεῖσθε νῦν οὔτε ἐν ἑνὶ τὰς ἐλπίδας εἴχετε.
Πομπηϊού δὲ εἰπόντος μαντικώτερα μὲν εἰρῆσθαι Κάτωνι, φιλικώτερα δὲ αὐτῷ πεπρᾶχθαι, συνεβούλευεν ὁ Κάτων ἑνὶ Πομπηϊῴ τὰ πράγματα τὴν σύγκλητον ἐγχειρίσαι: τῶν γὰρ αὐτῶν εἶναι καὶ ποιεῖν τὰ μεγάλα κακὰ καὶ παύειν. ὁ μὲν οὖν Πομπήϊος οὔτε δύναμιν ἔχων ἑτοίμην οὔτε οὓς κατέλεγε τότε προθύμους ὁρῶν ἐξέλιπε τὴν Ῥώμην, ὁ δὲ Κάτων ἕπεσθαι καὶ συμφεύγειν ἐγνωκώς τὸν μὲν νεώτερον υἱὸν εἰς Βρεττίους ὑπεξέθετο πρὸς Μουνάτιον, τὸν δὲ πρεσβύτερον εἶχε σὺν ἑαυτῷ.
τῆς οἰκίας καὶ τῶν θυγατέρων κηδεμόνος δεομένων ἀνέλαβε πάλιν τὴν Μαρκίαν χηρεύουσαν ἐπὶ χρήμασι πολλοῖς: ὁ γὰρ Ὁρτήσιος θνῄσκων ἐκείνην ἀπέλιπε κληρονόμον. εἰς ὃ δὴ μάλιστα λοιδορούμενος ὁ Καῖσαρ τῷ Κάτωνι φιλοπλουτίαν προφέρει καὶ μισθαρνίαν ἐπὶ τῷ γάμῳ.
τί γὰρ ἔδει παραχωρεῖν δεόμενον γυναικός ἢ τί μὴ δεόμενον αὖθις ἀναλαμβάνειν, εἰ μὴ δέλεαρ ἐξ ἀρχῆς ὑφείθη τὸ γύναιον Ὁρτησίῳ καὶ νέαν ἔχρησεν, ἵνα πλουσίαν ἀπολάβῃ· πρὸς μὲν οὖν ταῦτα μετρίως ἔχει τὸ Εὐριπίδειον ἐκεῖνο: πρῶτον μὲν οὖν τἄρρητ: ἐν ἀρρήτοισι γὰρ τὴν σὴν νομίζω δειλίαν, ὦ Ἡράκλεις: ὅμοιον γάρ ἐστι τῷ Ἡρακλεῖ μαλακίαν ὀνειδίζειν καὶ κατηγορεῖν αἰσχροκέρδειαν Κάτωνος, εἰ δὲ ἄλλῃ πη μὴ καλῶς πέπρακται τὰ περὶ τὸν γάμον, ἐπισκεπτέον.
ἐγγυησάμενος γὰρ τὴν Μαρκίαν ὁ Κάτων, καὶ τὸν οἶκον ἐπιτρέψας ἐκείνῃ καὶ τὰς θυγατέρας, αὐτὸς ἐδίωκε Πομπήϊον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기