- 텍스트

Plutarch, Cato the Younger, chapter 49

(플루타르코스, Cato the Younger, chapter 49)

ἐπεὶ δὲ Καίσαρος αὑτοῦ μὲν ἐμπεφυκότος τοῖς στρατεύμασιν ἐν Γαλατίᾳ καὶ τῶν ὅπλων ἐχομένου, δώροις δὲ καὶ χρήμασι καὶ φίλοις μάλιστα πρὸς τὴν ἐν τῇ πόλει χρωμένου δύναμιν, ἤδη μὲν αἱ Κάτωνος προαγορεύσεις ἀνέφερον τὸν Πομπήϊον ἐκ πολλῆς ἤδη τῆς πρόσθεν ἀπιστίας ὀνειροπολοῦντα τὸ δεινόν, ἔτι δὲ ἦν ὄκνου καὶ μελλήσεως ἀτόλμου πρὸς τὸ κωλύειν καὶ ἐπιχειρεῖν ὑπόπλεως, ὡρ´μησεν ὁ Κάτων ὑπατείαν παραγγέλλειν ὡς ἀφαιρησόμενος εὐθὺς τὰ ὅπλα τοῦ Καίσαρος ἢ τὴν ἐπιβουλὴν ἐξελέγξων.? οἱ δὲ: ἀντιπαραγγέλλοντες αὐτῷ χαρίεντες μὲν ἦσαν ἀμφότεροι, Σουλπίκιος δὲ καὶ πολλὰ τῆς τοῦ Κάτωνος ἐν τῇ πόλει δόξης τε καὶ δυνάμεως ἀπολελαυκώς:

οὐ μέτριον οὖν ἐδόκει πρᾶγμα ποιεῖν οὐδ εὐχάριστον οὐ μὴν ὅ γε Κάτων ἐνεκάλει: "θαυμαστόν εἰ ὅ τις νομίζει τῶν ἀγαθῶν μέγιστον ἑτέρῳ μὴ παρίησι· πείσας δὲ τὴν βουλὴν ψηφίσασθαι τοὺς μετιόντας τὴν ἀρχὴν αὐτοὺς δεξιοῦσθαι τὸν δῆμον, δι ἑτέρου δὲ μὴ δεῖσθαι μηδὲ ἐντυγχάνειν ὑπὲρ αὐτῶν περιιόντος, ἔτι μᾶλλον ἐξηγρίανε τοὺς ἀνθρώπους, εἰ μὴ μόνον τὸ λαβεῖν μισθόν, ἀλλὰ καὶ τὸ διδόναι χάριν αὐτοὺς ἀφῃρημένος ἄπορον καὶ ἄτιμον ὁμοῦ τὸν δῆμον πεποίηκε.

πρὸς δὲ τούτῳ μήτε αὐτὸς ἐντυχεῖν ὑπὲρ αὑτοῦ πιθανὸς ὤν, ἀλλ ἐν ἤθει τὸ τοῦ βίου μᾶλλον ἀξίωμα βουλόμενος φυλάσσειν ἢ προσλαβεῖν τὸ τῆς ἀρχῆς ποιούμενος τὰς δεξιώσεις, μήτε τοὺς φίλους ἐάσας οἷς ὄχλος ἁλίσκεται καὶ θεραπεύεται ποιεῖν, ἀπέτυχε τῆς ἀρχῆς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION