- 텍스트

Plutarch, Cato the Younger, chapter 48

(플루타르코스, Cato the Younger, chapter 48)

οὕτω δ ἀποδειχθεὶς ὕπατος ὁ Πομπήϊος ἐδεήθη τοῦ Κάτωνος ἐλθεῖν πρὸς αὐτὸν εἰς τὸ προάστειον.? ἐλθόντα δὲ δεξάμενος φιλοφρόνως ἀσπασμοῖς καὶ δεξιώσεσι καὶ χάριν ὁμολογήσας παρεκάλει σύμβουλον αὑτῷ καὶ πάρεδρον εἶναι τῆς ἀρχῆς. ὁ δὲ Κάτων ἀπεκρίνατο μήτε τὰ πρῶτα πρὸς ἀπέχθειαν εἰπεῖν Πομπηϊού μήτε ταῦτα πρὸς χάριν, ἀλλ ἐπὶ συμφέροντι πάντα τῆς πόλεως:

ἰδίᾳ μὲν οὖν αὐτῷ παρακαλοῦντι σύμβουλος ἔσεσθαι, δημοσίᾳ, δέ, κἂν μὴ παρακαλῆται, πάντως ἐρεῖν τὸ φαινόμενον. καὶ ταῦτα ἔπραττεν ὡς εἶπε.

πρῶτον μὲν γὰρ ἐπὶ τοὺς δεκάσαντας ἤδη τὸν δῆμον ἐπιτίμια καινὰ καὶ δίκας μεγάλας τοῦ Πομπηϊού νομοθετοῦντος ἀμελεῖν ἐκέλευσε τῶν γεγονότων καὶ προσέχειν τοῖς μέλλουσιν: οὔτε γὰρ ὅπου στήσεται τὸ τὰ προημαρτημένα ζητεῖν ὁρίσαι ῥᾴδιον, ἐάν τε νεώτερα γράφηται τῶν ἀδικημάτων ἐπιτίμια, δεινὰ πείσεσθαι τοὺς, ὃν οὐ παρέβαινον ὅτ ἠδίκουν νόμον, κατὰ τοῦτον κολαζομένους: ἔπειτα πολλῶν κρινομένων ἐπιφανῶν ἀνδρῶν, ἐνίων δὲ καὶ φίλων τοῦ Πομπηϊού καὶ οἰκείων, ὁρῶν αὐτὸν ἐνδιδόντα ἐν πολλοῖς καὶ καμπτόμενον ἐπετίμα σφοδρῶς καὶ διήγειρεν.

ἐπεὶ δὲ νόμῳ τοὺς εἰωθότας λέγεσθαι περὶ τῶν κρινομένων ἐπαίνους αὐτὸς ἀφελών, Μουνατίῳ Πλάγκῳ συγγράψας ἔπαινον ἐπὶ τῆς δίκης ἔδωκεν, ἐπισχόμενος ὁ Κάτων τὰ ὦτα ταῖς χερσὶν ἕ᾿τυχε γὰρ δικάζων ἐκώλυεν ἀναγινώσκεσθαι τὴν μαρτυρίαν. ὁ δὲ Πλάγκος ἀπέλεξεν αὐτὸν ἐκ τῶν δικαστῶν μετὰ τοὺς λόγους, καὶ οὐδὲν ἧττον ἥλω.

καὶ ὅλως ἄπορον ἦν πρᾶγμα καὶ δυσμεταχείριστον ὁ Κάτων τοῖς φεύγουσι, μήτε βουλομένοις αὐτὸν ἀπολιπεῖν δικαστήν μήτε ἀπολέγειν τολμῶσιν. ἥλωσαν γὰρ οὐκ ὀλίγοι τῷ Κάτωνα φεύγειν δόξαντες οὐ θαρρεῖν τοῖς δικαίοις: ἐνίοις δὲ καὶ προὔφερον οἱ λοιδοροῦντες ὡς ὄνειδος μέγα τὸ μὴ δέξασθαι κριτὴν Κάτωνα προτεινόμενον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION