- 텍스트

Plutarch, Cato the Younger, chapter 47

(플루타르코스, Cato the Younger, chapter 47)

ὡς δὲ πολὺν χρόνον ἀναρχίας οὔσης καὶ τριῶν στρατοπέδων τὴν ἀγορὰν ὁσημέραι περιεχόντων ὀλίγον ἀπέλιπεν ἀνεπίσχετον γεγονέναι τὸ κακόν, ἔγνω τὰ πράγματα πρὸ τῆς ἐσχάτης ἀνάγκης εἰς Πομπήϊον ἑκουσίῳ χάριτι τῆς βουλῆς περιστῆσαι, καὶ τῷ μετριωτάτῳ τῶν παρανομημάτων χρησάμενος ἰάματι τῆς τῶν μεγίστων καταστάσεως τὴν μοναρχίαν ἐπαγαγέσθαι μᾶλλον ἢ περιϊδεῖν τὴν στάσιν εἰς μοναρχίαν τελευτῶσααν.? εἶπεν οὖν ἐν τῇ βουλῇ γνώμην Βύβλος οἰκεῖος ὢν Κάτωνος, ὡς χρὴ μόνον ἑλέσθαι Πομπήϊον ὕπατον ἢ γὰρ ἕξειν καλῶς τὰ πράγματα ἐκείνου καταστήσαντος, ἢ τῷ κρατίστῳ δουλεύσειν τὴν πόλιν.

ἀναστὰς δὲ ὁ Κάτων οὐδενὸς ἂν προσδοκήσαντος ἐπῄνεσε τὴν γνώμην καὶ συνεβούλευσε πᾶσαν ἀρχὴν ὡς ἀναρχίας κρείττονα, Πομπήϊον δὲ καὶ προσδοκᾶν ἄριστα τοῖς παροῦσι χρήσεσθαι πράγμασι καὶ φυλάξειν διαπιστευθέντα τὴν πόλιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION