호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"διδομένης μοι μετὰ τὴν στρατηγίαν ἐπαρχίας ἀπέστην, οὗτος δὲ τὰς μὲν ἔχει λαβών, τὰς δὲ δίδωσιν ἑτέροις:? "νυνὶ δὲ καὶ τέλος ἑξακισχιλίων ὁπλιτῶν Καίσαρι κέχρηκεν εἰς Γαλατίαν ὃ οὔτ ἐκεῖνος ᾔτησε παρ ὑμῶν οὔτε οὗτος ἔδωκε μεθ ὑμῶν, ἀλλὰ δυνάμεις τηλικαῦται καὶ ὅπλα καὶ ἵπποι χάριτές εἰσιν ἰδιωτῶν καὶ ἀντιδόσεις. "καλούμενος δὲ αὐτοκράτωρ καὶ στρατηγός ἄλλοις τὰ στρατεύματα καὶ τὰς ἐπαρχίας παραδέδωκεν, αὐτὸς δὲ τῇ πόλει παρακάθηται στάσεις ἀγωνοθετῶν ἐν ταῖς παραγγελίαις καὶ θορύβους μηχανώμενος, ἐξ ὧν οὐ λέληθε δι ἀναρχίας μοναρχίαν ἑαυτῷ μνηστευόμενος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기