- 텍스트

Plutarch, Cato the Younger, chapter 45

(플루타르코스, Cato the Younger, chapter 45)

διὸ καὶ τῷ Κάτωνι πάντες οἱ μεγάλοι προσεπολέμουν ὡς ἐλεγχόμενοι:? Πομπήϊος δὲ καὶ κατάλυσιν τῆς ἑαυτοῦ δυνάμεως τὴν ἐκείνου δόξαν ἡγούμενος ἀεί τινας προσέβαλλεν αὐτῷ λοιδορησομένους, ὧν καὶ Κλώδιος ἦν ὁ δημαγωγός, αὖθις εἰς Πομπήϊον ὑπορρυεὶς καὶ καταβοῶν τοῦ Κάτωνος, ὡς πολλὰ μὲν ἐκ Κύπρου χρήματα νοσφισαμένου, Πομπηϊῴ δὲ πολεμοῦντος ἀπαξιώσαντι γάμον αὐτοῦ θυγατρός. ὁ δὲ Κάτων ἔλεγεν ὅτι χρήματα μὲν ἐκ Κύπρου τοσαῦτα τῇ πόλει συναγάγοι μήτε ἵππον ἕνα μήτε στρατιώτην λαβών, ὅσα Πομπήϊος ἐκ πολέμων τοσούτων καὶ θριάμβων τὴν οἰκουμένην κυκήσας οὐκ ἀνήνεγκε, κηδεστὴν δὲ μηδέποτε προελέσθαι Πομπήϊον, οὐκ ἀνάξιον ἡγούμενος, ἀλλ ὁρῶν τὴν ἐν τῇ πολιτείᾳ διαφοράν.

"διδομένης μοι μετὰ τὴν στρατηγίαν ἐπαρχίας ἀπέστην, οὗτος δὲ τὰς μὲν ἔχει λαβών, τὰς δὲ δίδωσιν ἑτέροις:

"νυνὶ δὲ καὶ τέλος ἑξακισχιλίων ὁπλιτῶν Καίσαρι κέχρηκεν εἰς Γαλατίαν ὃ οὔτ ἐκεῖνος ᾔτησε παρ ὑμῶν οὔτε οὗτος ἔδωκε μεθ ὑμῶν, ἀλλὰ δυνάμεις τηλικαῦται καὶ ὅπλα καὶ ἵπποι χάριτές εἰσιν ἰδιωτῶν καὶ ἀντιδόσεις. "καλούμενος δὲ αὐτοκράτωρ καὶ στρατηγός ἄλλοις τὰ στρατεύματα καὶ τὰς ἐπαρχίας παραδέδωκεν, αὐτὸς δὲ τῇ πόλει παρακάθηται στάσεις ἀγωνοθετῶν ἐν ταῖς παραγγελίαις καὶ θορύβους μηχανώμενος, ἐξ ὧν οὐ λέληθε δι ἀναρχίας μοναρχίαν ἑαυτῷ μνηστευόμενος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION