호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπὶ τούτῳ χαλεπῶσ μὲν ἔσχον οἱ μετιόντεσ ἀρχάσ, ἔτι δὲ χαλεπώτερον ὁ μισθαρνῶν ὄχλοσ, ἑώθεν οὖν ἐπὶ τὸ βῆμα τοῦ Κάτωνοσ προελθόντοσ ἀθρόοι προσπεσόντεσ ἐβόων, ἐβλασφήμουν, ἔβαλλον, ὥστε φεύγειν ἀπὸ τοῦ βήματοσ ἅπαντασ, αὐτὸν δὲ ἐκεῖνον ἐξωσθέντα τῷ πλήθει καὶ παραφερόμενον μόλισ ἐπιλαβέσθαι τῶν ἐμβόλων, ἐντεῦθεν ἀναστὰσ τῷ μὲν ἰταμῷ καὶ θαρροῦντι τῆσ ὄψεωσ εὐθὺσ ἐκράτησε τοῦ θορύβου καὶ τὴν κραυγὴν ἔπαυσεν, εἰπὼν δὲ τὰ πρέποντα καὶ μεθ’ ἡσυχίασ ἀκουσθείσ παντάπασι διέλυσε τὴν ταραχήν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기