호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὖθις δὲ πολλῷ χρησάμενοι τῷ δεκασμῷ, τοὺς βελτίστους ὤσαντες ἐκ τοῦ πεδίου βίᾳ διεπράξαντο Βατίνιον ἀντὶ Κάτωνος αἱρεθῆναι στρατηγόν.? ἔνθα δὴ λέγεται τοὺς μὲν οὕτω παρανόμως καὶ ἀδίκως θεμένους τὴν ψῆφον εὐθὺς ὥσπερ ἀποδράντας οἴχεσθαι, τοῖς δὲ ἄλλοις συνισταμένοις καὶ ἀγανακτοῦσι δημάρχου τινὸς αὐτόθι παρασχόντος ἐκκλησίαν καταστάντα τὸν Κάτωνα ἅπαντα μὲν ὥσπερ ἐκ θεῶν ἐπίπνουν τὰ μέλλοντα τῇ πόλει προειπεῖν, παρορμῆσαι δὲ τοὺς πολίτας ἐπὶ Πομπήϊον καὶ Κράσσον ὡς τοιαῦτα συνειδότας αὑτοῖς, καὶ τοιαύτης ἁπτομένους πολιτείας δι ἣν ἔδεισαν Κάτωνα, μὴ στρατηγὸς αὑτῶν περιγένηται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기