- 텍스트

Plutarch, Cato the Younger, chapter 41

(플루타르코스, Cato the Younger, chapter 41)

πολλῶν δὲ καὶ ἀγαθῶν ἀνδρῶν μετιέναι τὴν ἀρχὴν τότε παρασκευαζομένων, τοὺς μὲν ἄλλους ὀφθέντες ἐν ταῖς παραγγελίαις ἀπέτρεψαν, μόνον δὲ Λεύκιον Δομίτιον Πορκίᾳ συνοικοῦντα τῇ ἀδελφῇ Κάτων ἔπεισε μὴ ἐκστῆναι μηδὲ ὑφέσθαι, τοῦ ἀγῶνος οὐ περὶ ἀρχῆς ὄντος, ἀλλὰ περὶ τῆς Ῥωμαίων ἐλευθερίας.? καὶ μέντοι καὶ λόγος ἐχώρει διὰ τοῦ σωφρονοῦντος ἔτι τῆς πόλεως μέρους, ὡς οὐ περιοπτέον, εἰς ταὐτὸ τῆς Κράσσου καὶ Πομπηϊού δυνάμεως συνελθούσης, παντάπασιν ὑπέρογκον καὶ βαρεῖαν τὴν ἀρχὴν γενομένην, ἀλλ ἀφαιρετέον αὐτῆς τὸν ἕτερον.

καὶ συνίσταντο πρὸς τὸν Δομίτιον παρορμῶντες καὶ παραθαρρύνοντες ἀντιλαμβάνεσθαι: πολλοὺς γὰρ αὐτῷ καὶ τῶν σιωπώντων διὰ δέος ἐν ταῖς ψήφοις ὑπάρξειν. τοῦτο δὴ δείσαντες οἱ περὶ τὸν Πομπήϊον ὑφεῖσαν ἐνέδραν τῷ Δομιτίῳ καταβαίνοντι ὄρθριον ὑπὸ λαμπάδων εἰς τὸ πεδίον, καὶ πρῶτος μὲν ὁ προφαίνων ἐπιστὰς τῷ Δομιτίῳ πληγεὶς καὶ πεσὼν ἀπέθανε:

μετὰ δὲ τοῦτον ἤδη καὶ τῶν ἄλλων συντιτρωσκομένων ἐγίνετο φυγὴ πλὴν Κάτωνος καὶ Δομιτίου. κατεῖχε γὰρ αὐτὸν ὁ Κάτων, καίπερ αὐτὸς εἰς τὸν βραχίονα τετρωμένος, καὶ παρεκελεύετο μένειν καὶ μὴ προλιπεῖν, ἑώς ἐμπνέωσι, τὸν ὑπὲρ τῆς ἐλευθερίας ἀγῶνα πρὸς τοὺς τυράννους, οἳ τίνα τρόπον χρήσονται τῇ ἀρχῇ δηλοῦσι διὰ τηλικούτων ἀδικημάτων ἐπ αὐτὴν βαδίζοντες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION