호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ καίπερ οὕτως τὰ πράγματα κατειληφότες ἐγκρατῶς, καὶ τὸ μὲν χάριτι τῆς πόλεως, τὸ δὲ φόβῳ μέρος ὑφ ἑαυτοὺς ἔχοντες ὅμως ἐφοβοῦντο τὸν Κάτωνα, καὶ γάρ ἐν οἷς περιῆσαν αὐτοῦ τό γε χαλεπῶς καὶ μετὰ πόνων καὶ μὴ χωρὶς αἰσχύνης, ἀλλ ἐλεγχομένους βιάζεσθαι μόλις ἀνιαρὸν ἦν καὶ πρόσαντες.? ὁ δὲ Κλώδιος οὐδὲ Κικέρωνα καταλύσειν ἤλπιζε Κάτωνος παρόντος, ἀλλὰ τοῦτο διαμηχανώμενος πρῶτον, ὡς εἰς ἀρχὴν κατέστη, μετεπέμψατο τὸν Κάτωνα καὶ λόγους αὐτῷ προσήνεγκεν ὡς πάντων ἐκεῖνον ἡγούμενος ἄνδρα Ῥωμαίων καθαρώτατον ἔργῳ διδόναι πίστιν ἕτοιμός ἐστι:
πολλῶν γὰρ αἰτουμένων τὴν ἐπὶ Κύπρον καὶ Πτολεμαῖον ἀρχὴν καὶ δεομένων ἀποσταλῆναι μόνον ἄξιον ἐκεῖνον ἡγεῖσθαι καὶ διδόναι τὴν χάριν ἡδέως. ἅτερος δὲ Κλωδίου πελάτης, ὡς δὲ μικρὸν ἔργον αὐτῷ Κύπρον καὶ Πτολεμαῖον ἀναθείς, ἔτι καὶ Βυζαντίων φυγάδας κατάγειν προσέταξε, βουλόμενος ὅτι πλεῖστον χρόνον ἐκποδὼν ἄρχοντος αὐτοῦ γενέσθαι τὸν Κάτωνα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기