호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὕτω δὴ μεταβαλὼν ὁ Κάτων καὶ σχῆμα καὶ φωνὴν καὶ λόγον, ἐπειπὼν δὲ πᾶσι τοῖσ ἄλλοισ διατεταμένωσ ὅτι ζῶντοσ αὐτοῦ Πομπήϊοσ οὐ παρέσται μεθ’ ὅπλων εἰσ τὴν πόλιν, ἐκεῖνο τῇ βουλῇ παρέστησεν, ὡσ οὐδέτεροσ μὲν καθέστηκεν οὐδὲ χρῆται λογισμοῖσ ἀσφαλέσιν, ἔστι δὲ ἡ μὲν Μετέλλου πολιτεία μανία δι’ ὑπερβολὴν κακίασ φερομένη πρὸσ ὄλεθρον καὶ σύγχυσιν ἁπάντων, ἡ δὲ Κάτωνοσ ἀρετῆσ ἐνθουσιασμόσ ὑπὲρ τῶν καλῶν καὶ δικαίων ἀγωνιζομένησ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기