호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρὶν δὲ εἰς τὴν δημαρχίαν καθίστασθαι, Κικέρωνος ὑπατεύοντος, ἄλλοις τε πολλοῖς ἀγῶσι τὴν ἀρχὴν ὤρθωσεν αὐτοῦ καὶ ταῖς περὶ Κατιλίναν πράξεσι μεγίσταις καὶ καλλίσταις γενομέναις τέλος ἐπέθηκεν.? Λέντλος δὲ καὶ Κέθηγος καὶ μετ αὐτῶν ἕτεροι συχνοὶ δεξάμενοι τὴν συνωμοσίαν, καὶ τῷ Κατιλίνᾳ δειλίαν καὶ μικρολογίαν τῶν τολμημάτων ἐπικαλοῦντες, αὐτοὶ διενοοῦντο τὴν πόλιν ἄρδην ἀναιρεῖν πυρί καὶ τὴν ἡγεμονίαν ἐθνῶν ἀποστάσεσι καὶ πολέμοις ἀλλοφύλοις ἀνατρέπειν.
φανερᾶς δὲ τῆς παρασκευῆς αὐτῶν γενομένης, καὶ Κικέρωνος ἐν βουλῇ γνώμην προθέντος, ὁ μὲν πρῶτος εἰπὼν Σιλανὸς ἀπεφήνατο δοκεῖν αὐτῷ τὰ ἔσχατα παθεῖν χρῆναι τοὺς ἄνδρας, οἱ δὲ μετ αὐτὸν ἐφεξῆς ἠκολούθησαν, ἄχρι Καίσαρος.
Καῖσαρ δὲ ἀναστάς, ἅτε δὴ καὶ δεινὸς εἰπεῖν καὶ πᾶσαν ἐν τῇ πόλει μεταβολὴν καὶ κίνησιν ὥσπερ ὕλην ὧν αὐτὸς διενοεῖτο βουλόμενος αὔξειν μᾶλλον ἢ σβεννυμένην περιορᾶν, ἐπαγωγὰ πολλὰ καὶ φιλάνθρωπα διαλεχθείς ἀποκτεῖναι μὲν ἀκρίτους οὐκ εἰά τοὺς ἄνδρας, εἱρχθέντας δὲ τηρεῖν ἐκέλευσεν, οὕτω δὲ τὰς γνώμας μετέστησε τῆς βουλῆς, φοβηθείσης τὸν δῆμον, ὥστε καὶ Σιλανὸν ἔξαρνον εἶναι καὶ λέγειν ὡς οὐδ αὐτὸς εἴποι θάνατον, ἀλλὰ εἱργμόν:
ἔσχατον γὰρ ἀνδρὶ Ῥωμαίῳ τοῦτο κακῶν ἁπάντων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기