- 텍스트

Plutarch, Cato the Younger, chapter 20 2:

(플루타르코스, Cato the Younger, chapter 20 2:)

εἶτα καθ ὁδὸν πολλοῖς τισιν ὑποζυγίοις καὶ σκεύεσι καὶ ἀκολούθοις ἀπαντήσας καὶ πυθόμενος Νέπωτα Μέτελλον εἰς Ῥώμην ἐπανέρχεσθαι δημαρχίαν μετιέναι παρεσκευασμένον, ἐπέστη σιωπῇ, καὶ διαλιπὼν μικρόν ἐκέλευσεν ἀναστρέφειν ὀπίσω τοὺς ἑαυτοῦ.? "ὅτι καὶ καθ αὑτὸν ὑπὸ ἐμπληξίας φοβερός ἐστι Μέτελλος, καὶ νῦν ἐκ τῆς Πομπηϊού γνώμης ἀφιγμένος εἰς τὴν πολιτείαν ἐμπεσεῖται δίκην σκηπτοῦ πάντα πράγματα ταράττων· "οὔκουν σχολῆς οὐδὲ ἀποδημίας καιρός, ἀλλὰ δεῖ κρατῆσαι τοῦ ἀνδρός, ἢ καλῶς ἀποθανεῖν ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιζόμενον" ὅμως δὲ τῶν φίλων παραινεσάντων ἀφίκετο πρῶτον εἰς τὰ χωρία καὶ διέτριψεν οὐ πολὺν χρόνον, εἶτα ἐπανῆκεν εἰς πόλιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION