호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολλῶν δὲ αὑτὸν ἐπὶ δημαρχίαν καλούντων οὐκ ᾤετο καλῶς ἔχειν μεγάλης ἐξουσίας καὶ ἀρχῆς, ὥσπερ ἰσχυροῦ φαρμάκου, δύναμιν ἐν πράγμασιν οὐκ ἀναγκαίοις ἐξαναλῶσαι.? καὶ ἅμα, σχολῆς οὔσης τῶν δημοσίων, παραλαβὼν βιβλία καὶ φιλοσόφους ἐβάδιζεν εἰς Λευκανίαν, ἀγροὺς αὐτόθι κεκτημένος ἔχοντας οὐκ ἀνελευθέρους διατριβάς: εἶτα καθ ὁδὸν πολλοῖς τισιν ὑποζυγίοις καὶ σκεύεσι καὶ ἀκολούθοις ἀπαντήσας καὶ πυθόμενος Νέπωτα Μέτελλον εἰς Ῥώμην ἐπανέρχεσθαι δημαρχίαν μετιέναι παρεσκευασμένον, ἐπέστη σιωπῇ, καὶ διαλιπὼν μικρόν ἐκέλευσεν ἀναστρέφειν ὀπίσω τοὺς ἑαυτοῦ.
"ὅτι καὶ καθ αὑτὸν ὑπὸ ἐμπληξίας φοβερός ἐστι Μέτελλος, καὶ νῦν ἐκ τῆς Πομπηϊού γνώμης ἀφιγμένος εἰς τὴν πολιτείαν ἐμπεσεῖται δίκην σκηπτοῦ πάντα πράγματα ταράττων· "οὔκουν σχολῆς οὐδὲ ἀποδημίας καιρός, ἀλλὰ δεῖ κρατῆσαι τοῦ ἀνδρός, ἢ καλῶς ἀποθανεῖν ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιζόμενον" ὅμως δὲ τῶν φίλων παραινεσάντων ἀφίκετο πρῶτον εἰς τὰ χωρία καὶ διέτριψεν οὐ πολὺν χρόνον, εἶτα ἐπανῆκεν εἰς πόλιν. ἑσπέρας δὲ ἐλθών εὐθὺς ἑώθεν εἰς ἀγορὰν κατέβαινε δημαρχίαν μετιών, ὡς ἀντιταξόμενος πρὸς τὸν Μέτελλον.
τὸ γὰρ ἰσχυρὸν ἢ ἀρχὴ πρὸς τὸ κωλύειν ἔχει μᾶλλον ἢ πρὸς τὸ πράττειν κἂν πάντες οἱ λοιποὶ παρ ἕνα ψηφίσωνται, τοῦ μὴ θέλοντος μηδὲ ἐῶντος τὸ κράτος ἐστί.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기