호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡίρει δὲ τοὺς πολλοὺς καὶ τὸ ἐνδελεχὲς αὐτοῦ τῆς ἐπιμελείας καὶ ἄτρυτον, οὔτε γὰρ πρότερός τις ἀνέβη τῶν συναρχόντων εἰς τὸ ταμιεῖον Κάτωνος οὔτε ὕστερος ἀπῆλθεν, ἐκκλησίαν δὲ καὶ βουλὴν οὐδεμίαν παρῆκε, δεδιὼς καὶ:? παραφυλάττων τοὺς ἑτοίμως καὶ πρὸς χάριν ὀφλημάτων καὶ τελῶν ἀνέσεις ἢ δόσεις οἷς ἔτυχεν ἐπιψηφιζομένους. ἐπιδεικνύμενος δὲ τὸ ταμιεῖον ἄβατόν τε καὶ καθαρὸν συκοφαντῶν, πλῆρες δὲ χρημάτων, ἐδίδασκεν ὅτι τῇ πόλει πλουτεῖν ἔξεστι μὴ ἀδικούσῃ.
κατ ἀρχὰς δὲ τῶν συναρχόντων ἐνίοις ἐπαχθὴς καὶ χαλεπὸς φανείς ὕστερον ἠγαπᾶτο, ταῖς ἐκ τοῦ μὴ χαρίζεσθαι τὰ δημόσια μηδὲ κρίνειν κακῶς ἀπεχθείαις ὑποτιθεὶς ἑαυτὸν ἀντὶ πάντων, καὶ παρέχων ἀπολογεῖσθαι πρὸς τοὺς δεομένους καὶ βιαζομένους ἐκείνους, ὡς ἀμήχανόν ἐστιν, ἄκοντος Κάτωνος. τῶν δὲ ἡμερῶν τῇ τελευταίᾳ σχεδὸν ὑπὸ πάντων τῶν πολιτῶν προπεμφθεὶς εἰς οἶκον, ἤκουσεν ὅτι Μαρκέλλῳ πολλοὶ συνήθεις καὶ δυνατοὶ προσπεσόντες ἐν τῷ ταμιείῳ καὶ περιέχοντες ἐκβιάζονται γράψαι τινὰ δόσιν χρημάτων ὀφειλομένων, ἦν δὲ ὁ Μάρκελλος ἐκ παίδων φίλος τῷ Κάτωνι, καὶ σὺν ἐκείνῳ βέλτιστος ἄρχων, αὐτὸς δὲ καθ αὑτὸν ἀγώγιμος ὑπ αἰδοῦς τοῖς δεομένοις, καὶ κατάντης πρὸς πᾶσαν χάριν, εὐθὺς οὖν ὁ Κάτων ἐπιστρέψας καὶ τὸν Μάρκελλον εὑρὼν ἐκβεβιασμένον γράψαι τὴν δόσιν, ᾔτησε τὰς δέλτους καὶ ἀπήλειψεν, αὐτοῦ παρεστῶτος σιωπῇ:
καὶ τοῦτο πράξας κατήγαγεν αὑτὸν ἐκ τοῦ ταμιείου καὶ κατέστησεν εἰς οἶκον, οὔτε τότε μεμψάμενον οὔτε ὕστερον, ἀλλ ἐμμείναντα τῇ συνηθείᾳ καὶ φιλίᾳ μέχρι παντός.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기