- 텍스트

Plutarch, Cato the Younger, chapter 15

(플루타르코스, Cato the Younger, chapter 15)

Δηϊόταρος δὲ ὁ Γαλάτης μετεπέμψατο μὲν τὸν Κάτωνα πρεσβύτερος ὢν ἤδη παραθέσθαι τοὺς παῖδας αὐτῷ βουλόμενος καὶ τὸν οἶκον, ἐλθόντι δὲ προσφέρων δῶρα παντοδαπὰ καὶ πειρῶν καὶ δεόμενος πάντα τρόπον οὕτω παρώξυνεν ὥστε, δείλης ἐλθόντα καὶ νυκτερεύσαντα, τῇ ὑστεραίᾳ περὶ τρίτην ὡρ´αν ἀπᾶραι.? προελθὼν μέντοι μιᾶς ἡμέρας ὁδόν εὑρ῀εν ἐν Πεσσινοῦντι πλείονα τῶν ἐκεῖ δώρων αὖθις αὐτὸν ὑπομένοντα, καὶ γράμματα τοῦ Γαλάτου δεομένου, λαβεῖν αὐτὸς εἰ μὴ πρόθυμός ἐστιν, ἀλλὰ τοὺς φίλους ἐᾶσαι, πάντως μὲν ἀξίους ὄντας εὖ παθεῖν δι ἐκεῖνον οὐκ ὄντων δὲ τῶν ἰδίων τοῦ Κάτωνος τοσούτων.

ἀλλ οὐδὲ τούτοις ἐνέδωκεν ὁ Κάτων, καίπερ ἐνίους τῶν φίλων μαλασσομένους καὶ ὑπομεμφομένους ὁρῶν, ἀλλὰ φήσας ὅτι πᾶσα δωροδοκία προφάσεως ἂν εὐπορήσειεν, οἱ δὲ φίλοι μεθέξουσιν ὧν ἂν ἔχῃ καλῶς καὶ δικαίως κτησάμενος, ἀπέπεμψε τὰ δῶρα πρὸς τὸν Δηϊόταρον.

ἐπεὶ δὲ μέλλοντος ἀπαίρειν εἰς τὸ Βρεντέσιον ᾤοντο δεῖν οἱ φίλοι τὰ λείψανα τοῦ Καιπίωνος εἰς ἕτερον θέσθαι πλοῖον, εἰπὼν ὅτι τῆς ψυχῆς μεθήσεται μᾶλλον ἢ τούτων, ἀνήχθη.

καὶ μέντοι λέγεται κατὰ τύχην ἐπισφαλέστατα περᾶσαι, τῶν ἄλλων μετρίως κομιζομένων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION