- 텍스트

Plutarch, Cato the Younger, chapter 14

(플루타르코스, Cato the Younger, chapter 14)

οὐ μὴν ἀλλὰ Πομπήϊος αὐτὸς ἐπέστρεψε τοὺς ἀνθρώπους οὕτω πλημμελοῦντας εἰς τὸν Κάτωνα δι ἄγνοιαν.? ὡς γὰρ εἰς Ἔφεσον ἐλθὼν ἐπορεύετο πρὸς αὐτόν ἀσπασόμενος πρεσβύτερον ὄντα, καὶ δόξῃ πολὺ προήκοντα, καὶ δυνάμεων τότε μεγίστων ἡγούμενον, ἰδὼν ὁ Πομπήϊος οὐκ ἔμεινεν, οὐδὲ εἰάσε καθεζομένῳ προσελθεῖν, ἀλλ ὥς τινι τῶν κρειττόνων ἀναθορὼν ἀπήντησε, καὶ τὴν δεξιὰν ἐνέβαλε. καὶ πολλὰ μὲν εὐθὺς ἐν τῷ φιλοφρονεῖσθαι καὶ ἀσπάζεσθαι παρόντα, πλείω δὲ ἔτι μεταστάντος ἐγκώμια διῆλθεν αὐτοῦ τῆς ἀρετῆς, ὥστε πάντας ἐπιστρεφομένους καὶ προσέχοντας ἤδη τῷ Κάτωνι, θαυμάζειν ἐξ ὧν πρότερον κατεφρονεῖτο, καὶ πρᾳότητα καὶ μεγαλοψυχίαν ἀναθεωρεῖν.

καὶ γὰρ ἡ Πομπηϊού σπουδὴ περὶ αὐτόν οὐκ ἐλάνθανε θεραπεύοντος οὖσα μᾶλλον ἢ φιλοῦντος, ἀλλ ἔγνωσαν ὅτι θαυμάζει μὲν παρὄντα, χαίρει δὲ ἀπερχομένῳ. τοὺς γὰρ ἄλλους νέους, ὅσοι παρ αὐτόν ἀφικνοῦντο, φιλοτιμούμενος κατεῖχε καὶ ποθῶν αὐτῷ συνεῖναι, τοῦ δὲ Κάτωνος οὐδὲν ἐδεήθη τοιοῦτον, ἀλλ ὥσπερ οὐκ ἀνυπεύθυνος ἄρχων ἐκείνου παρόντος ἐξέπεμψεν ἄσμενος, μόνῳ σχεδὸν ἐκείνῳ τῶν εἰς Ῥώμην πλεόντων τὰ τέκνα καὶ τὴν γυναῖκα παρακαταθέμενος, ἄλλως αὐτῷ προσήκοντα καὶ διὰ συγγένειαν. ἐκ τούτου δόξα καὶ σπουδὴ καὶ ἅμιλλα περὶ αὐτὸν ἦν τῶν πόλεων καὶ δεῖπνα καὶ κλήσεις, ἐν οἷς τοὺς φίλους ἐκέλευε προσέχειν αὐτῷ, μὴ λάθῃ βεβαιώσας τὸν Κουρίωνος λόγον.

οὕτω πως καὶ τῷ ῥήματι χρησάμενος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION