호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν δὲ Συρίᾳ καὶ γελοῖόν τι λέγεται παθεῖν.? βαδίζων γὰρ εἰς Ἀντιόχειαν εἶδε περὶ τὰς πύλας ἔξω πλῆθος ἀνθρώπων ἑκατέρωθεν τῆς ὁδοῦ παρακεκριμένων, ἐν οἷς ἔφηβοι μὲν χωρὶς ἐν χλαμύσι καὶ παῖδες ἑτέρωθεν κοσμίως εἱστήκεσαν, ἐσθῆτας δὲ καθαρὰς ἔνιοι καὶ στεφάνους εἶχον, ἱερεῖς θεῶν ὄντες ἢ ἄρχοντες, πάντων οὖν μᾶλλον οἰηθεὶς ὁ Κάτων αὐτῷ τινα πράττεσθαι τιμὴν καὶ δεξίωσιν ὑπὸ τῆς πόλεως, ὠργίζετο μὲν τοῖς προπεμφθεῖσι τῶν ἰδίων, ὡς μὴ κωλύσασιν, ἐκέλευσε δὲ καταβῆναι τοὺς φίλους, καὶ πεζῇ προῄει μετ αὐτῶν, ὡς δ ἐγγὺς ἦσαν, ὁ πάντα διακοσμῶν ἐκεῖνα καὶ τὸν ὄχλον εἰς τάξιν καθιστάς, ἀνὴρ πρεσβύτερος ἤδη, ῥάβδον ἐν τῇ χειρὶ καὶ στέφανον κρατῶν, ἀπήντησε τῷ Κάτωνι πρὸ τῶν ἄλλων, καὶ μηδὲ ἀσπασάμενος ἠρώτα ποῦ Δημήτριον ἀπολελοίπασι καὶ πηνίκα παρέσται. Πομπηϊού δὲ ἦν γεγονὼς ὁ Δημήτριος οἰκέτης:
ἄλλο δὲ οὐδὲν ἐφθέγξατο, χρόνῳ δὲ ὕστερον εἰώθει γελᾶν καὶ αὐτὸς ἐπὶ τούτῳ, καὶ διηγούμενος καὶ μνημονεύων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기