- 텍스트

Plutarch, Cato the Younger, chapter 11

(플루타르코스, Cato the Younger, chapter 11)

ἔτι δὲ αὐτοῦ περὶ τὴν στρατείαν ὄντος ὁ ἀδελφὸς εἰς τὴν Ἀσίαν βαδίζων ἐνόσησε περὶ Θρᾴκην ἐν Αἴνῳ.? καὶ γράμματα μὲν εὐθὺς ἧκε πρὸς τὸν Κάτωνα: χειμῶνος δὲ πολλοῦ κατέχοντος τὴν θάλατταν καὶ νεὼς ἱκανῆς μεγέθει μὴ παρούσης, εἰς μικρὰν ὁλκάδα μόνον δύο φίλους καὶ τρεῖς οἰκέτας ἀναλαβὼν ἐκ Θεσσαλονίκης ἀνήχθη: καὶ παρ οὐδὲν ἐλθὼν καταποντωθῆναι, τύχῃ τινὶ παραλόγῳ σωθεὶς ἄρτι τεθνηκότος τοῦ Καιπίωνος, ἐμπαθέστερον ἔδοξεν ἢ φιλοσοφώτερον ἐνεγκεῖν τὴν συμφοράν, οὐ μόνον κλαυθμοῖς καὶ περιπτύξεσι τοῦ νεκροῦ καὶ βαρύτητι λύπης, ἀλλὰ καὶ δαπάνῃ περὶ τὴν ταφὴν καὶ πραγματείαις θυμιαμάτων καὶ ἱματίων πολυτελῶν συγκατακαέντων καὶ μνήματος ξεστοῦ λίθων Θασίων ἀπὸ ταλάντων ὀκτὼ κατασκευασθέντος ἐν τῇ Αἰνίων ἀγορᾷ.

ταῦτα γὰρ ἔνιοι ἐσυκοφάντουν πρὸς τὴν ἄλλην ἀτυφίαν τοῦ Κάτωνος, οὐ καθορῶντες ὅσον ἐν τῷ πρὸς ἡδονὰς καὶ φόβους καὶ δεήσεις ἀναισχύντους ἀγνάμπτῳ καὶ στερρῷ τοῦ ἀνδρὸς τὸ ἥμερον ἐνῆν καὶ φιλόστοργον.

εἰς δὲ ταῦτα καὶ πόλεις αὐτῷ καὶ δυνάσται πολλὰ κατὰ τιμὴν τοῦ τεθνεῶτος ἔπεμπον, ὧν ἐκεῖνος χρήματα μὲν παρ οὐδενὸς ἐδέξατο, θυμιάματα δὲ καὶ κόσμον ἐλάμβανε, τὴν τιμὴν ἀποδιδοὺς τοῖς πέμπουσι. τῆς δὲ κληρονομίας εἰς αὐτόν τε καὶ θυγάτριον τοῦ Καιπίωνος ἡκούσης, οὐθὲν ὧν ἀνάλωσε περὶ τὸν τάφον ἀπῄτησεν ἐν τῇ νεμήσει.

καὶ ταῦτα πράξαντος αὐτοῦ καὶ πράττοντος, ἦν ὁ γράψας ὅτι κοσκίνῳ τὴν τέφραν τοῦ νεκροῦ μετέβαλε καὶ διήθησε, χρυσίον ζητῶν κατακεκαυμένον. οὕτως οὐ τῷ ξίφει μόνον, ἀλλὰ καὶ τῷ γραφείῳ τὸ ἀνυπεύθυνον καὶ τὸ ἀνυπόδικον ἐπίστευσεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION