호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀποδειχθεὶς δὲ χιλίαρχος εἰς Μακεδονίαν ἐπέμπετο πρὸς Ῥούβριον τὸν στρατηγόν.? ἔνθα δὴ λέγεται τῆς γυναικὸς ἀχθομένης καὶ δακρυούσης ἕνα τῶν φίλων τοῦ Κάτωνος Μουνάτιον εἰπεῖν: "ὦἈτιλία, θάρσει: "τοῦτον ἐγώ σοι φυλάξω. "ἄγε, ὅπως, ὦ Μουνάτιε, τῇ Ἀτιλίᾳ τὴν ὑπόσχεσιν ἐμπεδώσεις, μήτε ἡμέρας ἐμοῦ μήτε νυκτὸς ἀφιστάμενος. ἐκ δὲ τούτου δύο κλίνας εἰς ταὐτὸ δωμάτιον ἐκέλευε τίθεσθαι, καὶ τὸν Μουνάτιον οὕτως ἀεὶ καθεύδειν μετὰ παιδιᾶς φυλασσόμενον ὑπὸ τοῦ Κάτωνος.
εἵποντο δὲ αὐτῷ πεντεκαίδεκα μὲν οἰκέται, δύο δ ὲ ἀπελεύθεροι, φίλοι δὲ τέσσαρες, ὧν ὀχουμένων ἵπποις αὐτὸς ἀεὶ περιπατῶν ἑκάστῳ παρέβαλλεν ἐν μέρει προσδιαλεγόμενος. ἐπεὶ δὲ ἧκεν εἰς τὸ στρατόπεδον, πλειόνων ταγμάτων ὄντων, ἑνὸς ἄρχων ἀποδειχθεὶς ὑπὸ τοῦ στρατηγοῦ, τῆς μὲν ἰδίας ἀρετῆς, μιᾶς οὔσης, μικρὸν ἔργον ἡγεῖτο καὶ οὐκ ἀνύσιμον τὴν ἐπίδειξιν, αὑτῷ δὲ ποιῆσαι τοὺς ἀρχομένους ὁμοίους μάλιστα φιλοτιμούμενος οὐ τὸν φόβον ἀφεῖλε τῆς ἐξουσίας, ἀλλὰ προσέθηκε τὸν λόγον ᾧ πείθων περὶ ἑκάστου καὶ διδάσκων, ἑπομένης τιμῆς καὶ κολάσεως, χαλεπὸν ἦν εἰπεῖν πότερον εἰρηνικοὺς μᾶλλον ἢ πολεμικούς καὶ προθυμοτέρους ἢ δικαιοτέρους παρεσκεύασε τοὺς ἄνδρας: τοῦτο πλεῖστον ὑπῆρχεν αὐτῷ, καὶ δόξα καὶ χάρις καὶ ὑπερβάλλουσα τιμὴ καὶ φιλοφροσύνη παρὰ τῶν στρατιωτῶν, ἃ γὰρ ἑτέροις ἐπέταττεν ἑκουσίως διαπονῶν, καὶ στολὴν μὲν καὶ δίαιταν καὶ πορείαν ἐκείνοις μᾶλλον ἢ τοῖς ἄρχουσιν ὁμοιούμενος, ἤθει δὲ καὶ φρονήματι καὶ λόγῳ πάντας ὑπεραίρων τοὺς αὐτοκράτορας καὶ στρατηγοὺς προσαγορευομένους, ἔλαθε διὰ τούτων ἅμα τὴν πρὸς αὑτὸν εὔνοιαν ἐνεργασάμενος τοῖς ἀνδράσιν.
ἀρετῆς γὰρ ἀληθινὸς οὐκ ἐγγίνεται ζῆλος ἢ δι ἄκρας τοῦ παραδιδόντος εὐνοίας καὶ τιμῆς:
οἱ δὲ ἄνευ τοῦ φιλεῖν ἐπαινοῦντες τοὺς ἀγαθοὺς αἰδοῦνται τὴν δόξαν αὐτῶν, οὐ θαυμάζουσι δὲ τὴν ἀρετὴν οὐδὲ μιμοῦνται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기