호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦ δὲ δουλικοῦ πολέμου συνεστῶτος, ὃν Σπαρτάκειον ἐκάλουν, Γέλλιος μὲν ἐστρατήγει, Κάτων δὲ τῆς στρατείας μετεῖχεν ἐθελοντὴς, διὰ τὸν ἀδελφόν:? ἐχιλιάρχει γὰρ ὁ ἀδελφὸς αὐτοῦ Καιπίων. ὁ δὲ Γέλλιος ἀριστεῖα καὶ τιμὰς αὐτῷ διαπρεπεῖς ἔγραψεν, ἃς ἐκεῖνος οὐκ ἔλαβεν οὐδὲ προσήκατο, φήσας ἄξιον μηθὲν εἰργάσθαι τιμῶν, ἔκ τε δὴ τούτων ἀλλόκοτος ἐδόκει, καὶ νόμου γραφέντος ὅπως τοῖς παραγγέλλουσιν εἰς ἀρχὴν ὀνοματολόγοι μὴ παρῶσι, χιλιαρχίαν μετιὼν μόνος ἐπείθετο τῷ νόμῳ καὶ δι αὑτοῦ ποιησάμενος ἔργον ἀσπάζεσθαι καὶ προσαγορεύειν τοὺς ἐντυγχάνοντας, οὐδὲ αὐτοῖς ἀνεπαχθὴς ἦν τοῖς ἐπαινοῦσιν, ὅσον μᾶλλον ἐνόουν τὸ καλὸν ὧν ἐπετήδευε, τὸ δυσμίμητον αὐτῶν βαρυνομένοις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기