호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τότε δ’ οὖν κρατήσασ τῆσ δίκησ πάλιν ἑαυτὸν εἰσ τὴν σιωπὴν Καὶ τὴν ἄσκησιν συνέστειλε· καὶ διεπόνει τὸ σῶμα γυμνασίοισ ἐνεργοῖσ, ἐθιζόμενοσ ἀνέχεσθαι Καὶ καύματα Καὶ νιφετὸν ἀκαλύπτῳ κεφαλῇ, Καὶ βαδίζειν ἐν ταῖσ ὁδοῖσ πᾶσαν ὡρ́αν ἄτερ ὀχήματοσ, τῶν δὲ φίλων οἱ συνεκδημοῦντεσ ἵπποισ ἐχρῶντο, Καὶ πολλάκισ ἑκάστῳ παρέβαλλεν ὁ Κάτων ἐν μέρει προσδιαλεγόμενοσ, περιπατῶν αὐτὸσ ὀχουμένων. θαυμαστῇ δὲ Καὶ περὶ τὰσ νόσουσ ὑπομονῇ μετ’ ἐγκρατείασ ἐχρῆτο· πυρέττων γὰρ μόνοσ ἐφ’ ἑαυτοῦ διημέρευε μηδένα προσιέμενοσ, ἄχρι οὗ βέβαιον αἴσθοιτο ῥᾳστώνην καὶ μεταβολὴν τοῦ νοσήματοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기