호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φιλοσοφεῖν τοὺς ἀπὸ τοῦ δίφρου διαλεγομένους καὶ σχολὰς ἐπὶ βιβλίοις περαίνοντας:? ἡ δὲ συνεχὴς ἐν ἔργοις καὶ πράξεσιν ὁρωμένη καθ ἡμέραν ὁμαλῶς πολιτεία καὶ φιλοσοφία λέληθεν αὐτούς.
καὶ γὰρ τοὺς ἐν ταῖς στοαῖς ἀνακάμπτοντας περιπατεῖν φασιν, ὡς ἔλεγε Δικαίαρχος, οὐκέτι δὲ τοὺς εἰς ἀγρὸν ἢ πρὸς φίλον βαδίζοντας. ὅμοιον δ ἐστὶ τῷ φιλοσοφεῖν τὸ πολιτεύεσθαι.
συστρατευόμενος ἐνίοις καὶ συναγοράζων, τέλος δὲ καὶ δεδεμένος καὶ πίνων τὸ φάρμακον, ἐφιλοσόφει πρῶτος ἀποδείξας τὸν βίον ἅπαντι χρόνῳ καὶ μέρει καὶ πάθεσι καὶ πράγμασιν ἁπλῶς ἅπασι φιλοσοφίαν δεχόμενον.
οὕτω δὴ διανοητέον καὶ περὶ πολιτείας, ὡς τοὺς μὲν ἀνοήτους, οὐδ ὅταν στρατηγῶσιν ἢ γραμματεύωσιν ἢ δημηγορῶσι, πολιτευομένους ἀλλ ὀχλοκοποῦντας ἢ πανηγυρίζοντας στασιάζοντας ἢ λειτουργοῦντας ἀναγκαίως:
τὸν δὲ κοινωνικὸν καὶ φιλάνθρωπον καὶ φιλόπολιν καὶ κηδεμονικὸν καὶ πολιτικὸν ἀληθῶς, κἂν μηδέποτε τὴν χλαμύδα περί·
παραγένηται τῷ σώματι , παρόντα τῇ γνώμῃ καὶ τῷ πυνθάνεσθαι τὰ μὲν ἀποδεχόμενον τοῖς δὲ δυσκολαίνοντα τῶν πραττομένων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기