- 텍스트

Plutarch, An seni respublica gerenda sit, chapter, section 21

(플루타르코스, An seni respublica gerenda sit, chapter, section 21)

νέων μηδὲ μελέτην ἐμποιοῦντα καὶ συνήθειαν ἀπειθείας καὶ δυσηκοϊάς, ἀλλὰ καὶ παριέντα ποτὲ καὶ διδόντα πρὸς δόξαν ἀναχαιτίσαι καὶ θρασύνασθαι, μηδὲ παρόντα μηδὲ πολυπραγμονοῦντα, ὅπου μὴ μέγα τὸ κινδυνευόμενόν ἐστι πρὸς σωτηρίαν κοινὴν ἢ τὸ καλὸν καὶ πρέπον.? ἐκεῖ δὲ χρὴ καὶ μηδενὸς καλοῦντος ὠθεῖσθαι δρόμῳ παρὰ δύναμιν, ἀναθέντα χειραγωγοῖς αὑτὸν ἢ φοράδην κομιζόμενον, ὥσπερ ἱστοροῦσιν ἐν Ῥώμῃ Κλαύδιον Ἄππιον :

ἐνδέχεσθαι λόγους περὶ σπονδῶν καὶ εἰρήνης οὐκ ἀνασχετὸν ἐποιήσατο, καίπερ ἀμφοτέρας ἀποβεβληκὼς τὰς ὄψεις, ἀλλ ἧκε δι ἀγορᾶς φερόμενος πρὸς τὸ βουλευτήριον εἰσελθὼν δὲ καὶ καταστὰς εἰς μέσον ἔφη πρότερον μὲν ἄχθεσθαι τῷ τῶν ὀμμάτων στέρεσθαι, νῦν δ ἂν εὔξασθαι μηδ ἀκούειν οὕτως αἰσχρὰ καὶ ἀγεννῆ βουλευομένους καὶ πράττοντας ἐκείνους.

ἔπεισεν εὐθὺς ἐπὶ τὰ ὅπλα χωρεῖν καὶ διαγωνίζεσθαι περὶ τῆς Ἰταλίας πρὸς τὸν Πύρρον.

ὁ δὲ Σόλων, τῆς Πεισιστράτου δημαγωγίας, ὅτι τυραννίδος ἦν μηχάνημα, φανερᾶς γενομένης, μηδενὸς ἀμύνεσθαι μηδὲ κωλύειν τολμῶντος, αὐτὸς ἐξενεγκάμενος τὰ ὅπλα καὶ πρὸ τῆς οἰκίας θέμενος ἠξίου βοηθεῖν τοὺς πολίτας:

εἶπεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION