- 텍스트

Plutarch, An seni respublica gerenda sit, chapter, section 20

(플루타르코스, An seni respublica gerenda sit, chapter, section 20)

οὐδὲ γὰρ ἐν ἀρχαῖς τὸν τηλικοῦτον ὡρ´α φέρεσθαι, πλὴν:? ὅσαι γε μέγεθός τι κέκτηνται καὶ ἀξίωμα:

καθάπερ ἣν σὺ νῦν Ἀθήνησι μεταχειρίζῃ τῆς ἐξ Ἀρείου πάγου βουλῆς ἐπιστασίαν καὶ νὴ Δία τὸ πρόσχημα τῆς: ἔχουσαν.

δεῖ δὲ καὶ ταύτας μὴ διώκειν τὰς τιμὰς ἀλλὰ φεύγοντας ἄρχειν, μηδ αἰτουμένους ἀλλὰ παραιτουμένους, μηδ ὡς αὑτοῖς τὸ ἄρχειν λαμβάνοντας ἀλλ ὡς αὑτοὺς τῷ ἄρχειν ἐπιδιδόντας. οὐ γάρ, ὡς Τιβέριος ὁ Καῖσαρ ἔλεγε, τὸ τὴν χεῖρα τῷ ἰατρῷ προτείνειν ὑπὲρ ἑξήκοντ ἔτη γεγονότας αἰσχρόν ἐστιν, ἀλλὰ μᾶλλον τὸ τὴν χεῖρα τῷ δήμῳ προτείνειν ψῆφον αἰτοῦντας ἢ φωνὴν ἀρχαιρεσιάζουσαν:

ὡς τοὐναντίον ἔχει τινὰ σεμνότητα καὶ κόσμον, αἱρουμένης τῆς πατρίδος καὶ καλούσης καὶ περιμενούσης, κατιόντα μετὰ τιμῆς καὶ φιλοφροσύνης γεραρὸν ὡς ἀληθῶς καὶ περίβλεπτον ἀσπάσασθαι καὶ δεξιώσασθαι τὸ γέρας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION