호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοὺς ἀδυνάτους ἀποτρέπειν, μηδὲ τοὺς νέους παρακαλεῖν ἀλλὰ τοὺς δυναμένους.? καὶ γὰρ καὶ Ἀριδαῖος ἦν νέος γέρων δ Ἀντίγονος, ἀλλ ὁ μὲν ἅπασαν ὀλίγου δεῖν κατεκτήσατο τὴν Ἀσίαν, ὁ δ ὥσπερ ἐπὶ σκηνῆς δορυφόρημα κωφὸν ἦν ὄνομα βασιλέως καὶ πρόσωπον ὑπὸ τῶν ἀεὶ κρατούντων παροινούμενον.
ὥσπερ οὖν ὁ Πρόδικον τὸν σοφιστὴν ἢ Φιλήταν τὸν ποιητὴν ἀξιῶν πολιτεύεσθαι, νέους μὲν ἰσχνοὺς δὲ καὶ νοσώδεις καὶ τὰ πολλὰ κλινοπετεῖς δι ἀρρωστίαν ὄντας, ἀβέλτερός ἐστιν:
"δεινόν:
"ἐγὼ γὰρ ἔσομαι μεθ ὑμῶν ὁ στρατηγὸς ὑπὲρ ὀγδοήκοντ ἔτη γεγονώς. Μασανάσσην δ ἱστορεῖ Πολύβιος ἐνενήκοντα μὲν ἐτῶν ἀποθανεῖν, τετράετες καταλιπόντα παιδάριον ἐξ αὐτοῦ γεγενημένον, ὀλίγῳ δ ἔμπροσθεν τῆς τελευτῆς μάχῃ νικήσαντα μεγάλῃ Καρχηδονίους ὀφθῆναι τῇ ὑστεραίᾳ πρὸ τῆς σκηνῆς ῥυπαρὸν ἄρτον ἐσθίοντα, καὶ πρὸς τοὺς θαυμάζοντας εἰπεῖν, ὅτι τοῦτο ποιεῖ λάμπει γὰρ ἐν χρείαισιν ὥσπερ εὐπρεπὴς χαλκός:
χρόνῳ δ ἀργῆσαν ἤμυσε στέγος, ὥς φησι Σοφοκλῆς:
ὡς δ ἡμεῖς φαμεν, ἐκεῖνο τῆς ψυχῆς τὸ γάνωμα καὶ τὸ φέγγος, ᾧ λογιζόμεθα καὶ μνημονεύομεν καὶ φρονοῦμεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기